μὴ πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου κήδει, ματεύσῃς τοῦθʼ· ἅλις νοσοῦσʼ ἐγώ. Οἰδίπους θάρσει· σὺ μὲν γὰρ οὐδʼ ἐὰν τρίτης ἐγὼ μητρὸς φανῶ τρίδουλος, ἐκφανεῖ κακή. Ἰοκάστη ὅμως πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε. Οἰδίπους οὐκ ἂν πιθοίμην μὴ οὐ τάδʼ ἐκμαθεῖν σαφῶς. Ἰοκάστη καὶ μὴν φρονοῦσά γʼ εὖ τὰ λῷστά σοι λέγω. Οἰδίπους τὰ λῷστα τοίνυν ταῦτά μʼ ἀλγύνει πάλαι. Ἰοκάστη ὦ δύσποτμʼ, εἴθε μήποτε γνοίης ὃς εἶ. Οἰδίπους ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι; ταύτην δʼ ἐᾶτε πλουσίῳ χαίρειν γένει. Ἰοκάστη ἰοὺ ἰού, δύστηνε· τοῦτο γάρ σʼ ἔχω μόνον προσειπεῖν, ἄλλο δʼ οὔποθʼ ὕστερον. Χορός τί ποτε βέβηκεν, Οἰδίπους, ὑπʼ ἀγρίας ᾄξασα λύπης ἡ γυνή; δέδοιχʼ ὅπως μὴ ʼκ τῆς σιωπῆς τῆσδʼ ἀναρρήξει κακά. Οἰδίπους ὁποῖα χρῄζει ῥηγνύτω· τοὐμὸν δʼ ἐγώ, κεἰ σμικρόν ἐστι, σπέρμʼ ἰδεῖν βουλήσομαι. αὕτη δʼ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα, τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται. ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων τῆς εὖ διδούσης οὐκ ἀτιμασθήσομαι. τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς μῆνές με μικρὸν καὶ μέγαν διώρισαν. τοιόσδε δʼ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμʼ ἔτι ποτʼ ἄλλος, ὥστε μὴ ʼκμαθεῖν τοὐμὸν γένος. Χορός εἴπερ ἐγὼ μάντις εἰμὶ καὶ κατὰ γνώμαν ἴδρις, οὐ τὸν Ὄλυμπον ἀπείρων, ὦ Κιθαιρών, οὐκ ἔσει τὰν αὔριον πανσέληνον, μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπουν