τίς οὗτος; ἦ κάτοισθα δηλῶσαι λόγῳ; Ἄγγελος τῶν Λαΐου δήπου τις ὠνομάζετο. Οἰδίπους ἦ τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ; Ἄγγελος μάλιστα· τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ. Οἰδίπους ἦ κἄστʼ ἔτι ζῶν οὗτος, ὥστʼ ἰδεῖν ἐμέ; Ἄγγελος ὑμεῖς γʼ ἄριστʼ εἰδεῖτʼ ἂν οὑπιχώριοι. Οἰδίπους ἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας, ὅστις κάτοιδε τὸν βοτῆρʼ ὃν ἐννέπει, εἴτʼ οὖν ἐπʼ ἀγρῶν εἴτε κἀνθάδʼ εἰσιδών; σημήναθʼ, ὡς ὁ καιρὸς ηὑρῆσθαι τάδε. Χορός οἶμαι μὲν οὐδένʼ ἄλλον ἢ τὸν ἐξ ἀγρῶν, ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν· ἀτὰρ ἥδʼ ἂν τάδʼ οὐχ ἥκιστʼ ἂν Ἰοκάστη λέγοι. Οἰδίπους γύναι, νοεῖς ἐκεῖνον, ὅντινʼ ἀρτίως μολεῖν ἐφιέμεσθα; τόνδʼ οὗτος λέγει; Ἰοκάστη τί δʼ ὅντινʼ εἶπε; μηδὲν ἐντραπῇς· τὰ δὲ ῥηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην. Οἰδίπους οὐκ ἂν γένοιτο τοῦθʼ ὅπως ἐγὼ λαβὼν σημεῖα τοιαῦτʼ οὐ φανῶ τοὐμὸν γένος. Ἰοκάστη μὴ πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου κήδει, ματεύσῃς τοῦθʼ· ἅλις νοσοῦσʼ ἐγώ. Οἰδίπους θάρσει· σὺ μὲν γὰρ οὐδʼ ἐὰν τρίτης ἐγὼ μητρὸς φανῶ τρίδουλος, ἐκφανεῖ κακή. Ἰοκάστη ὅμως πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε. Οἰδίπους οὐκ ἂν πιθοίμην μὴ οὐ τάδʼ ἐκμαθεῖν σαφῶς. Ἰοκάστη καὶ μὴν φρονοῦσά γʼ εὖ τὰ λῷστά σοι λέγω. Οἰδίπους τὰ λῷστα τοίνυν ταῦτά μʼ ἀλγύνει πάλαι. Ἰοκάστη ὦ δύσποτμʼ, εἴθε μήποτε γνοίης ὃς εἶ. Οἰδίπους ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι; ταύτην δʼ ἐᾶτε πλουσίῳ χαίρειν γένει. Ἰοκάστη ἰοὺ ἰού, δύστηνε· τοῦτο γάρ σʼ ἔχω μόνον προσειπεῖν, ἄλλο δʼ οὔποθʼ ὕστερον. Χορός τί ποτε βέβηκεν, Οἰδίπους, ὑπʼ ἀγρίας ᾄξασα λύπης ἡ γυνή; δέδοιχʼ ὅπως μὴ ʼκ τῆς σιωπῆς τῆσδʼ ἀναρρήξει κακά. Οἰδίπους ὁποῖα χρῄζει ῥηγνύτω· τοὐμὸν δʼ ἐγώ, κεἰ σμικρόν ἐστι, σπέρμʼ ἰδεῖν βουλήσομαι. αὕτη δʼ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα, τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται. ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων τῆς εὖ διδούσης οὐκ ἀτιμασθήσομαι. τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς μῆνές με μικρὸν καὶ μέγαν διώρισαν. τοιόσδε δʼ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμʼ ἔτι ποτʼ ἄλλος, ὥστε μὴ ʼκμαθεῖν τοὐμὸν γένος. Χορός εἴπερ ἐγὼ μάντις εἰμὶ καὶ κατὰ γνώμαν ἴδρις, οὐ τὸν Ὄλυμπον ἀπείρων, ὦ Κιθαιρών, οὐκ ἔσει τὰν αὔριον πανσέληνον, μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπουν καὶ τροφὸν καὶ ματέρʼ αὔξειν, καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπὶ ἦρα φέροντα τοῖς ἐμοῖς τυράννοις. ἰήϊε Φοῖβε, σοὶ δὲ ταῦτʼ ἀρέστʼ εἴη. Χορός τίς σε, τέκνον, τίς σʼ ἔτικτε τᾶν μακραιώνων ἄρα Πανὸς ὀρεσσιβάτα πατρὸς πελασθεῖσʼ; ἢ σέ γʼ εὐνάτειρά τις Λοξίου; τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι· εἴθʼ ὁ Κυλλάνας ἀνάσσων, εἴθʼ ὁ Βακχεῖος θεὸς ναίων ἐπʼ ἄκρων ὀρέων σʼ εὕρημα δέξατʼ ἔκ του Νυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει. Οἰδίπους εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω, πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρʼ ὁρᾶν δοκῶ, ὅνπερ πάλαι ζητοῦμεν· ἔν τε γὰρ μακρῷ γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος, ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας ἔγνωκʼ ἐμαυτοῦ· τῇ δʼ ἐπιστήμῃ σύ μου προύχοις τάχʼ ἄν που, τὸν βοτῆρʼ ἰδὼν πάρος. Χορός ἔγνωκα γάρ, σάφʼ ἴσθι· Λαΐου γὰρ ἦν εἴπερ τις ἄλλος πιστὸς ὡς νομεὺς ἀνήρ. Οἰδίπους σὲ πρῶτʼ ἐρωτῶ, τὸν Κορίνθιον ξένον, ἦ τόνδε φράζεις; Ἄγγελος τοῦτον, ὅνπερ εἰσορᾷς. Οἰδίπους οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων ὅσʼ ἄν σʼ ἐρωτῶ. Λαΐου ποτʼ ἦσθα σύ; Θεράπων ἦ δοῦλος οὐκ ὠνητός, ἀλλʼ οἴκοι τραφείς. Οἰδίπους ἔργον μεριμνῶν ποῖον ἢ βίον τινά; Θεράπων ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην. Οἰδίπους χώροις μάλιστα πρὸς τίσι ξύναυλος ὤν; Θεράπων ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος.