ἦ γὰρ τάδʼ ὀκνῶν κεῖθεν ἦσθʼ ἀπόπτολις; Οἰδίπους πατρός τε χρῄζων μὴ φονεὺς εἶναι, γέρον. Ἄγγελος τί δῆτʼ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σʼ, ἄναξ, ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην; Οἰδίπους καὶ μὴν χάριν γʼ ἂν ἀξίαν λάβοις ἐμοῦ. Ἄγγελος καὶ μὴν μάλιστα τοῦτʼ ἀφικόμην, ὅπως σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι. Οἰδίπους ἀλλʼ οὔποτʼ εἶμι τοῖς φυτεύσασίν γʼ ὅμοῦ. Ἄγγελος ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς. Οἰδίπους πῶς, ὦ γεραιέ; πρὸς θεῶν δίδασκέ με. Ἄγγελος εἰ τῶνδε φεύγεις οὕνεκʼ εἰς οἴκους μολεῖν. Οἰδίπους ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής. Ἄγγελος ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς; Οἰδίπους τοῦτʼ αὐτό, πρέσβυ, τοῦτό μʼ εἰσαεὶ φοβεῖ. Ἄγγελος ἆρʼ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων; Οἰδίπους πῶς δʼ οὐχί, παῖς γʼ εἰ τῶνδε γεννητῶν ἔφυν; Ἄγγελος ὁθούνεκʼ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει. Οἰδίπους πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με; Ἄγγελος οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλʼ ἴσον. Οἰδίπους καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί; Ἄγγελος ἀλλʼ οὔ σʼ ἐγείνατʼ οὔτʼ ἐκεῖνος οὔτʼ ἐγώ. Οἰδίπους ἀλλʼ ἀντὶ τοῦ δὴ παῖδά μʼ ὠνομάζετο; Ἄγγελος δῶρόν ποτʼ, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών. Οἰδίπους κᾆθʼ ὧδʼ ἀπʼ ἄλλης χειρὸς ἔστερξεν μέγα; Ἄγγελος ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεισʼ ἀπαιδία. Οἰδίπους σὺ δʼ ἐμπολήσας ἢ τυχών μʼ αὐτῷ δίδως; Ἄγγελος εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς. Οἰδίπους ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους; Ἄγγελος ἐνταῦθʼ ὀρείοις ποιμνίοις ἐπεστάτουν. Οἰδίπους ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης;