<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1">ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή,</l><l n="2">τίνας ποθʼ ἕδρας τάσδε μοι θοάζετε</l><l n="3">ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;</l><l n="4">πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει,</l><l n="5">ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων·</l><l n="6">ἁγὼ δικαιῶν μὴ παρʼ ἀγγέλων, τέκνα,</l><l n="7">ἄλλων ἀκούειν αὐτὸς ὧδʼ ἐλήλυθα,</l><l n="8">ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.</l><l n="9">ἀλλʼ ὦ γεραιέ, φράζʼ, ἐπεὶ πρέπων ἔφυς</l><l n="10">πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε,</l><l n="11">δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν</l><l n="12">ἐμοῦ προσαρκεῖν πᾶν·  δυσάλγητος γὰρ ἂν</l><l n="13">εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.</l></sp><milestone unit="card" resp="p" n="14"/><sp><speaker>Ἱερεύς</speaker><l n="14">ἀλλʼ ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς,</l><l n="15">ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα</l><l n="16">βωμοῖσι τοῖς σοῖς·  οἱ μὲν οὐδέπω μακρὰν</l><l n="17">πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς,</l><l n="18">ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδε τʼ ᾐθέων</l><l n="19">λεκτοί·  τὸ δʼ ἄλλο φῦλον ἐξεστεμμένον</l><l n="20">ἀγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖς</l><l n="21">ναοῖς, ἐπʼ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.</l><l n="22">πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν</l><l n="23">ἤδη σαλεύει κἀνακουφίσαι κάρα</l><l n="24">βυθῶν ἔτʼ οὐχ οἵα τε φοινίου σάλου,</l><l n="25">φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός,</l><l n="26">φθίνουσα δʼ ἀγέλαις βουνόμοις τόκοισί τε</l><l n="27">ἀγόνοις γυναικῶν·  ἐν δʼ ὁ πυρφόρος θεὸς</l><l n="28">σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,</l><l n="29">ὑφʼ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δʼ</l><l n="30">Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.</l></sp></div></div></body></text></TEI>