<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body n="Aj."><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="438">Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει</l><l n="439">οὐδʼ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,</l><l n="440">ἄτιμος Ἀργείοισιν ὧδʼ ἀπόλλυμαι.</l><l n="441">καίτοι τοσοῦτόν γʼ ἐξεπίστασθαι δοκῶ·</l><l n="442">εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι</l><l n="443">κρίνειν ἔμελλε κράτος ἀριστείας τινί,</l><l n="444">οὐκ ἄν τις αὔτʼ ἔμαρψεν ἄλλος ἀντʼ ἐμοῦ.</l><l n="445">νῦν δʼ αὔτʼ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας</l><l n="446">ἔπραξαν, ἀνδρὸς τοῦδʼ ἀπώσαντες κράτη.</l><l n="447">κεἰ μὴ τόδʼ ὄμμα καὶ φρένες διάστροφοι</l><l n="448">γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε</l><l n="449">δίκην κατʼ ἄλλου φωτὸς ὧδʼ ἐψήφισαν.</l><l n="450">νῦν δʼ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ</l><l n="451">ἤδη μʼ ἐπʼ αὐτοῖς χεῖρʼ ἐπεντύνοντʼ ἐμὴν</l><l n="452">ἔσφηλεν, ἐμβαλοῦσα λυσσώδη νόσον,</l><l n="453">ὥστʼ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς·</l><l n="454">κεῖνοι δʼ ἐπεγγελῶσιν ἐκπεφευγότες,</l><l n="455">ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν</l><l n="456">βλάπτοι, φύγοι τἂν χὠ κακὸς τὸν κρείσσονα.</l><l n="457">καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς</l><l n="458">ἐχθαίρομαι, μισεῖ δέ μʼ Ἑλλήνων στρατός,</l><l n="459">ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.</l><l n="460">πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας</l><l n="461">μόνους τʼ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;</l><l n="462">καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς</l><l n="463">Τελαμῶνι; πῶς με τλήσεταί ποτʼ εἰσιδεῖν</l><l n="464">γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,</l><l n="465">ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;</l><l n="466">οὐκ ἔστι τοὔργον τλητόν.  ἀλλὰ δῆτʼ ἰὼν</l><l n="467">πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις</l></sp></div></div></body></text></TEI>