<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body n="Aj."><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="312">ἔπειτʼ ἐμοὶ τὰ δείνʼ ἐπηπείλησʼ ἔπη,</l><l n="313">εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,</l><l n="314">κἀνήρετʼ ἐν τῷ πράγματος κυροῖ ποτέ.</l><l n="315">κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον</l><l n="316">ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην.</l><l n="317">ὁ δʼ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς,</l><l n="318">ἃς οὔποτʼ αὐτοῦ πρόσθεν εἰσήκουσʼ ἐγώ·</l><l n="319">πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους</l><l n="320">τοιούσδʼ ἀεί ποτʼ ἀνδρὸς ἐξηγεῖτʼ ἔχειν·</l><l n="321">ἀλλʼ ἀψόφητος ὀξέων κωκυμάτων</l><l n="322">ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος.</l><l n="323">νῦν δʼ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ</l><l n="324">ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς</l><l n="325">σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών·</l><l n="326">καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν.</l><l n="327">τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.</l><l n="328">ἀλλʼ, ὦ φίλοι, τούτων γὰρ οὕνεκʼ ἐστάλην,</l><l n="329">ἀρήξατʼ εἰσελθόντες, εἰ δύνασθέ τι·</l><l n="330">φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.</l></sp><milestone unit="card" n="331" resp="p"/><sp><speaker>Χορός</speaker><l n="331">Τέκμησσα, δεινά, παῖ Τελεύταντος, λέγεις</l><l n="332">ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.</l></sp><sp><speaker>Αἴας</speaker><l n="333">ἰώ μοί μοι.</l></sp><sp><speaker>Τέκμησσα</speaker><l n="334">τάχʼ, ὡς ἔοικε, μᾶλλον· ἢ οὐκ ἠκούσατε</l><l n="335">Αἴαντος οἵαν τήνδε θωΰσσει βοήν;</l></sp><sp><speaker>Αἴας</speaker><l n="336">ἰώ μοί μοι.</l></sp><sp><speaker>Χορός</speaker><l n="337">ἁνὴρ ἔοικεν ἢ νοσεῖν ἢ τοῖς πάλαι</l><l n="338">νοσήμασιν ξυνοῦσι λυπεῖσθαι παρών.</l></sp><sp><speaker>Αἴας</speaker><l n="339">ἰὼ παῖ παῖ.</l></sp><sp><speaker>Τέκμησσα</speaker><l n="340">ὤμοι τάλαινʼ· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.</l><l n="341">τί ποτε μενοινᾷ; ποῦ ποτʼ εἶ; τάλαινʼ ἐγώ.</l></sp></div></div></body></text></TEI>