ἔπειτʼ ἐμοὶ τὰ δείνʼ ἐπηπείλησʼ ἔπη, εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος, κἀνήρετʼ ἐν τῷ πράγματος κυροῖ ποτέ. κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην. ὁ δʼ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς, ἃς οὔποτʼ αὐτοῦ πρόσθεν εἰσήκουσʼ ἐγώ· πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους τοιούσδʼ ἀεί ποτʼ ἀνδρὸς ἐξηγεῖτʼ ἔχειν· ἀλλʼ ἀψόφητος ὀξέων κωκυμάτων ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος. νῦν δʼ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών· καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν. τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται. ἀλλʼ, ὦ φίλοι, τούτων γὰρ οὕνεκʼ ἐστάλην, ἀρήξατʼ εἰσελθόντες, εἰ δύνασθέ τι· φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις. Χορός Τέκμησσα, δεινά, παῖ Τελεύταντος, λέγεις ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς. Αἴας ἰώ μοί μοι. Τέκμησσα τάχʼ, ὡς ἔοικε, μᾶλλον· ἢ οὐκ ἠκούσατε Αἴαντος οἵαν τήνδε θωΰσσει βοήν; Αἴας ἰώ μοί μοι. Χορός ἁνὴρ ἔοικεν ἢ νοσεῖν ἢ τοῖς πάλαι νοσήμασιν ξυνοῦσι λυπεῖσθαι παρών. Αἴας ἰὼ παῖ παῖ. Τέκμησσα ὤμοι τάλαινʼ· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ. τί ποτε μενοινᾷ; ποῦ ποτʼ εἶ; τάλαινʼ ἐγώ.