φράζει τε κἀδήλωσεν· εὐθέως δʼ ἐγὼ κατʼ ἴχνος ᾄσσω, καὶ τὰ μὲν σημαίνομαι, τὰ δʼ ἐκπέπληγμαι κοὐκ ἔχω μαθεῖν ὅτου. καιρὸν δʼ ἐφήκεις· πάντα γὰρ τά τʼ οὖν πάρος τά τʼ εἰσέπειτα σῇ κυβερνῶμαι χερί. Ἀθήνα ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ. Ὀδυσσεύς ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ; Ἀθήνα ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι. Ὀδυσσεύς καὶ πρὸς τί δυσλόγιστον ὧδʼ ᾖξεν χέρα; Ἀθήνα χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων. Ὀδυσσεύς τί δῆτα ποίμναις τήνδʼ ἐπεμπίπτει βάσιν; Ἀθήνα δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ. Ὀδυσσεύς ἦ καὶ τὸ βούλευμʼ ὡς ἐπʼ Ἀργείοις τόδʼ ἦν; Ἀθήνα κἂν ἐξεπράξατʼ, εἰ κατημέλησʼ ἐγώ. Ὀδυσσεύς ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει; Ἀθήνα νύκτωρ ἐφʼ ὑμᾶς δόλιος ὁρμᾶται μόνος. Ὀδυσσεύς ἦ καὶ παρέστη κἀπὶ τέρμʼ ἀφίκετο; Ἀθήνα καὶ δὴ ʼπὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις. Ὀδυσσεύς καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου; Ἀθήνα ἐγώ σφʼ ἀπείργω, δυσφόρους ἐπʼ ὄμμασι γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς, καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε λείας ἄδαστα βουκόλων φρουρήματα· ἔνθʼ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθʼ ὅτε δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων, ὅτʼ ἄλλοτʼ ἄλλον ἐμπίτνων στρατηλατῶν. ἐγὼ δὲ φοιτῶντʼ ἄνδρα μανιάσιν νόσοις ὤτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά.