<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body n="Aj."><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="282">τίς γάρ ποτʼ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;</l><l n="283">δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.</l></sp><milestone unit="card" n="284" resp="p"/><sp><speaker>Τέκμησσα</speaker><l n="284">ἅπαν μαθήσει τοὔργον ὡς κοινωνὸς ὤν.</l><l n="285">κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχʼ ἕσπεροι</l><l n="286">λαμπτῆρες οὐκέτʼ ᾖθον, ἄμφηκες λαβὼν</l><l n="287">ἐμαίετʼ ἔγχος ἐξόδους ἕρπειν κενάς.</l><l n="288">κἀγὼ ʼπιπλήσσω καὶ λέγω· τί χρῆμα δρᾷς,</l><l n="289">Αἴας; τί τήνδʼ ἄκλητος οὔθʼ ὑπʼ ἀγγέλων</l><l n="290">κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε τοῦ κλύων</l><l n="291">σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός.</l><l n="292">ὁ δʼ εἶπε πρός με βαίʼ, ἀεὶ δʼ ὑμνούμενα·</l><l n="293">γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.</l><l n="294">κἀγὼ μαθοῦσʼ ἔληξʼ, ὁ δʼ ἐσσύθη μόνος.</l><l n="295">καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας·</l><l n="296">ἔσω δʼ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ</l><l n="297">ταύρους, κύνας βοτῆρας, εὔερόν  τʼ ἄγραν.</l><l n="298">καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δʼ ἄνω τρέπων</l><l n="299">ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους</l><l n="300">ᾐκίζεθʼ ὥστε φῶτας ἐν ποίμναις πίτνων.</l><l n="301">τέλος δʼ ὑπᾴξας διὰ θυρῶν σκιᾷ τινι</l><l n="302">λόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα,</l><l n="303">τοὺς δʼ ἀμφʼ Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν,</l><l n="304">ὅσην κατʼ αὐτῶν ὕβριν ἐκτίσαιτʼ ἰών·</l><l n="305">κἄπειτʼ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν,</l><l n="306">ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,</l><l n="307">καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,</l><l n="308">παίσας κάρα ʼθώϋξεν· ἐν δʼ ἐρειπίοις</l><l n="309">νεκρῶν ἐρειφθεὶς ἕζετʼ ἀρνείου φόνου,</l><l n="310">κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.</l><l n="311">καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·</l></sp></div></div></body></text></TEI>