τίς γάρ ποτʼ ἀρχὴ τοῦ κακοῦ προσέπτατο; δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας. Τέκμησσα ἅπαν μαθήσει τοὔργον ὡς κοινωνὸς ὤν. κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχʼ ἕσπεροι λαμπτῆρες οὐκέτʼ ᾖθον, ἄμφηκες λαβὼν ἐμαίετʼ ἔγχος ἐξόδους ἕρπειν κενάς. κἀγὼ ʼπιπλήσσω καὶ λέγω· τί χρῆμα δρᾷς, Αἴας; τί τήνδʼ ἄκλητος οὔθʼ ὑπʼ ἀγγέλων κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε τοῦ κλύων σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός. ὁ δʼ εἶπε πρός με βαίʼ, ἀεὶ δʼ ὑμνούμενα· γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. κἀγὼ μαθοῦσʼ ἔληξʼ, ὁ δʼ ἐσσύθη μόνος. καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας· ἔσω δʼ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ ταύρους, κύνας βοτῆρας, εὔερόν τʼ ἄγραν. καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δʼ ἄνω τρέπων ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους ᾐκίζεθʼ ὥστε φῶτας ἐν ποίμναις πίτνων. τέλος δʼ ὑπᾴξας διὰ θυρῶν σκιᾷ τινι λόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα, τοὺς δʼ ἀμφʼ Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν, ὅσην κατʼ αὐτῶν ὕβριν ἐκτίσαιτʼ ἰών· κἄπειτʼ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν, ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται, καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος, παίσας κάρα ʼθώϋξεν· ἐν δʼ ἐρειπίοις νεκρῶν ἐρειφθεὶς ἕζετʼ ἀρνείου φόνου, κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί. καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·