ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον ποντοπόρῳ ναῒ μεθεῖναι. τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι καθʼ ἡμῶν· πεφόβημαι λιθόλευστον Ἄρη ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσʼ ἄπλατος ἴσχει. Τέκμησσα οὐκέτι· λαμπρᾶς γὰρ ἄτερ στεροπῆς ᾄξας ὀξὺς νότος ὣς λήγει, καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει· τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη, μηδενὸς ἄλλου παραπράξαντος, μεγάλας ὀδύνας ὑποτείνει. Χορός ἀλλʼ εἰ πέπαυται, κάρτʼ ἂν εὐτυχεῖν δοκῶ· φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος. Τέκμησσα πότερα δʼ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις, φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν, ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών; Χορός τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν. Τέκμησσα ἡμεῖς ἄρʼ οὐ νοσοῦντες ἀτώμεσθα νῦν. Χορός πῶς τοῦτʼ ἔλεξας; οὐ κάτοιδʼ ὅπως λέγεις. Τέκμησσα ἁνὴρ ἐκεῖνος, ἡνίκʼ ἦν ἐν τῇ νόσῳ, αὐτὸς μὲν ἥδεθʼ οἷσιν εἴχετʼ ἐν κακοῖς, ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών· νῦν δʼ ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου, κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ ἡμεῖς θʼ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος. ἆρʼ ἔστι ταῦτα δὶς τόσʼ ἐξ ἁπλῶν κακά; Χορός ξύμφημι δή σοι καὶ δέδοικα μὴ ʼκ θεοῦ πληγή τις ἥκῃ. πῶς γάρ, εἰ πεπαυμένος μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται; Τέκμησσα ὡς ὧδʼ ἐχόντων τῶνδʼ ἐπίστασθαί σε χρή.