στέρξας ἀνέχει θούριος Αἴας· ὥστʼ οὐκ ἂν ἄϊδρις ὑπείποις. Τέκμησσα πῶς δῆτα λέγω λόγον ἄρρητον; θανάτῳ γὰρ ἴσον βάρος ἐκπεύσει. μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς νύκτερος Αἴας ἀπελωβήθη. τοιαῦτʼ ἂν ἴδοις σκηνῆς ἔνδον χειροδάϊκτα σφάγιʼ αἱμοβαφῆ, κείνου χρηστήρια τἀνδρός. Χορός οἵαν ἐδήλωσας ἀνέρος αἴθονος ἀγγελίαν ἄτλατον οὐδὲ φευκτάν, τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν, τὰν ὁ μέγας μῦθος ἀέξει. οἴμοι φοβοῦμαι τὸ προσέρπον· περίφαντος ἁνὴρ θανεῖται, παραπλάκτῳ χερὶ συγκατακτὰς κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας. Τέκμησσα ὤμοι· κεῖθεν κεῖθεν ἄρʼ ἡμῖν δεσμῶτιν ἄγων ἤλυθε ποίμνην· ὧν τὴν μὲν ἔσω σφάζʼ ἐπὶ γαίας, τὰ δὲ πλευροκοπῶν δίχʼ ἀνερρήγνυ. δύο δʼ ἀργίποδας κριοὺς ἀνελὼν τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν ῥιπτεῖ θερίσας, τὸν δʼ ὀρθὸν ἄνω κίονι δήσας μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν παίει λιγυρᾷ μάστιγι διπλῇ, κακὰ δεννάζων ῥήμαθʼ, ἃ δαίμων κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν. Χορός ὥρα τινʼ ἤδη τοι κρᾶτα καλύμμασι κρυψάμενον ποδοῖν κλοπὰν ἀρέσθαι