εὔπειστα λέγει, καὶ πᾶς ὁ κλύων τοῦ λέξαντος χαίρει μᾶλλον τοῖς σοῖς ἄχεσιν καθυβρίζων. τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς οὐκ ἂν ἁμάρτοις· κατὰ δʼ ἄν τις ἐμοῦ τοιαῦτα λέγων οὐκ ἂν πείθοι· πρὸς γὰρ τὸν ἔχονθʼ ὁ φθόνος ἕρπει. καίτοι σμικροὶ μεγάλων χωρὶς σφαλερὸν πύργου ῥῦμα πέλονται· μετὰ γὰρ μεγάλων βαιὸς ἄριστʼ ἂν καὶ μέγας ὀρθοῖθʼ ὑπὸ μικροτέρων. ἀλλʼ οὐ δυνατὸν τοὺς ἀνοήτους τούτων γνώμας προδιδάσκειν. ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖ χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτʼ ἀπαλέξασθαι σοῦ χωρίς, ἄναξ. ἀλλʼ ὅτε γὰρ δὴ τὸ σὸν ὄμμʼ ἀπέδραν, παταγοῦσιν ἅπερ πτηνῶν ἀγέλαι· μέγαν αἰγυπιὸν δʼ ὑποδείσαντες τάχʼ ἂν ἐξαίφνης, εἰ σὺ φανείης, σιγῇ πτήξειαν ἄφωνοι. Χορός ἦ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις— ὦ μεγάλα φάτις, ὦ μᾶτερ αἰσχύνας ἐμᾶς— ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας, ἦ πού τινος νίκας ἀκάρπωτον χάριν, ἤ ῥα κλυτῶν ἐνάρων ψευσθεῖσʼ, ἀδώροις, εἴτʼ ἐλαφαβολίας; ἢ χαλκοθώραξ μή τινʼ Ἐνυάλιος μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις