<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body n="Aj."><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="121">ἐγὼ μὲν οὐδένʼ οἶδʼ· ἐποικτίρω δέ νιν</l><l n="122">δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ,</l><l n="123">ὁθούνεκʼ ἄτῃ συγκατέζευκται κακῇ,</l><l n="124">οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν·</l><l n="125">ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν</l><l n="126">εἴδωλʼ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν.</l></sp><sp><speaker>Ἀθήνα</speaker><l n="127">τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον</l><l n="128">μηδέν ποτʼ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος,</l><l n="129">μηδʼ ὄγκον ἄρῃ μηδένʼ, εἴ τινος πλέον</l><l n="130">ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει.</l><l n="131">ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν</l><l n="132">ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας</l><l n="133">θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.</l></sp><milestone unit="card" n="134" resp="p"/><div type="textpart" subtype="anapests"><sp><speaker>Χορός</speaker><l n="134">Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου</l><l n="135">Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,</l><l n="136">σὲ μὲν εὖ πράσσοντʼ ἐπιχαίρω·</l><l n="137">σὲ δʼ ὅταν πληγὴ   Διὸς ἢ ζαμενὴς</l><l n="138">λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,</l><l n="139">μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι</l><l n="140">πτηνῆς ὡς ὄμμα πελείας.</l><l n="141">ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς</l><l n="142">μεγάλοι θόρυβοι κατέχουσʼ ἡμᾶς</l><l n="143">ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ</l><l n="144">λειμῶνʼ ἐπιβάντʼ ὀλέσαι Δαναῶν</l><l n="145">βοτὰ καὶ λείαν,</l><l n="146">ἥπερ δορίληπτος ἔτʼ ἦν λοιπή,</l><l n="147">κτείνοντʼ αἴθωνι σιδήρῳ.</l><l n="148">τοιούσδε λόγους ψιθύρους πλάσσων</l><l n="149">εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς,</l><l n="150">καὶ σφόδρα πείθει· περὶ γὰρ σοῦ νῦν</l></sp></div></div></div></body></text></TEI>