<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body n="Aj."><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1">ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε</l><l n="2">πεῖράν τινʼ ἐχθρῶν ἁρπάσαι θηρώμενον·</l><l n="3">καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ</l><l n="4">Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,</l><l n="5">πάλαι κυνηγετοῦντα καὶ μετρούμενον</l><l n="6">ἴχνη τὰ κείνου νεοχάραχθʼ, ὅπως ἴδῃς</l><l n="7">εἴτʼ ἔνδον εἴτʼ οὐκ ἔνδον.  εὖ δέ σʼ ἐκφέρει</l><l n="8">κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.</l><l n="9">ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα</l><l n="10">στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους.</l><l n="11">καί σʼ οὐδὲν εἴσω τῆσδε παπταίνειν πύλης</l><l n="12">ἔτʼ ἔργον ἐστίν, ἐννέπειν δʼ ὅτου χάριν</l><l n="13">σπουδὴν ἔθου τήνδʼ, ὡς παρʼ εἰδυίας μάθῃς.</l></sp><sp><speaker>Ὀδυσσεύς</speaker><l n="14">ὦ φθέγμʼ Ἀθάνας, φιλτάτης ἐμοὶ θεῶν,</l><l n="15">ὡς εὐμαθές σου, κἂν ἄποπτος ᾖς ὅμως,</l><l n="16">φώνημʼ ἀκούω καὶ ξυναρπάζω φρενὶ</l><l n="17">χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.</l><l n="18">καὶ νῦν ἐπέγνως εὖ μʼ ἐπʼ ἀνδρὶ δυσμενεῖ</l><l n="19">βάσιν κυκλοῦντʼ, Αἴαντι τῷ σακεσφόρῳ·</l><l n="20">κεῖνον γάρ, οὐδένʼ ἄλλον, ἰχνεύω πάλαι.</l><l n="21">νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον</l><l n="22">ἔχει περάνας, εἴπερ εἴργασται τάδε·</l><l n="23">ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλʼ ἀλώμεθα·</l><l n="24">κἀγὼ ʼθελοντὴς τῷδʼ ὑπεζύγην πόνῳ.</l><l n="25">ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν</l><l n="26">λείας ἁπάσας καὶ κατηναρισμένας</l><l n="27">ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.</l><l n="28">τήνδʼ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.</l><l n="29">καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον</l><l n="30">πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει</l></sp></div></div></body></text></TEI>