σκύμνον λεαίνης δυσμενῶν ἀναρπάσῃ; ἴθʼ, ἐγκόνει, σύγκαμνε. τοῖς θανοῦσί τοι φιλοῦσι πάντες κειμένοις ἐπεγγελᾶν. Χορός καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν ἐφίεθʼ ἁνὴρ κεῖνος, ὥσπερ οὖν μέλει. ἐκβάλῃ : ἐκβάλοι Γ ᾗ quod coni. Schneidewin legisse videntur Eustath 1521, 42 Suid. v. γλεῦκος : ἢ Soph Eustath. Suid. codices : εἰ Reiske τί Lac rec : πῶς Lc Α rec τοῦδʼ ἐπεγγελῷεν ] τοῦδέ γʼ ἐγγελῷεν Porson : τοῦδʼ ἂν ἐγγελῷεν Elmsley : τοῦδʼ ἔτʼ ἐγγελῷεν Meineke ἠμπόληκας : ἠμπόληκά σʼ Lenting ἁνήρ : ἀνήρ codd. θανοῦσί : θανοῦσι] ἐχθροῖσι Herwerden κεῖνος : ἐκεῖνος A rec (cf. 783) ἁνὴρ : ἀνήρ codd. Τεῦκρος ὦ τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ ἄλγιστον ὧν προσεῖδον ὀφθαλμοῖς ἐγώ, ὁδός θʼ ὁδῶν πασῶν ἀνιάσασα δὴ μάλιστα τοὐμὸν σπλάγχνον, ἣν δὴ νῦν ἔβην, ὦ φίλτατʼ Αἴας, τὸν σὸν ὡς ἐπῃσθόμην μόρον διώκων κἀξιχνοσκοπούμενος. ὀξεῖα γάρ σου βάξις ὡς θεοῦ τινος διῆλθʼ Ἀχαιοὺς πάντας ὡς οἴχῃ θανών. ἁγὼ κλύων δύστηνος ἐκποδὼν μὲν ὢν ὑπεστέναζον, νῦν δʼ ὁρῶν ἀπόλλυμαι. οἴμοι. ἴθʼ, ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν. δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς, ὅσας ἀνίας μοι κατασπείρας φθίνεις. ποῖ γὰρ μολεῖν μοι δυνατόν, ἐς ποίους βροτούς, τοῖς σοῖς ἀρήξαντʼ ἐν πόνοισι μηδαμοῦ; ἦ πού με Τελαμών, σὸς πατὴρ ἐμός θʼ ἅμα, δέξαιτʼ ἂν εὐπρόσωπος ἵλεώς τʼ ἴσως χωροῦντʼ ἄνευ σοῦ. πῶς γὰρ οὔχ; ὅτῳ πάρα μηδʼ εὐτυχοῦντι μηδὲν ἥδιον γελᾶν. οὗτος τί κρύψει; ποῖον οὐκ ἐρεῖ κακόν, τὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον,