βοῶντος ἄτης τῆσδʼ ἐπίσκοπον μέλος. Τεῦκρος ὦ φίλτατʼ Αἴας, ὦ ξύναιμον ὄμμʼ ἐμοί, ἆρʼ ἠμπόληκας ὥσπερ ἡ φάτις κρατεῖ; Χορός ὄλωλεν ἁνήρ, Τεῦκρε, τοῦτʼ ἐπίστασο. Τεῦκρος ὤμοι βαρείας ἆρα τῆς ἐμῆς τύχης. Χορός ὡς ὧδʼ ἐχόντων Τεῦκρος ὦ τάλας ἐγώ, τάλας. Χορός πάρα στενάζειν. Τεῦκρος ὦ περισπερχὲς πάθος. Χορός ἄγαν γε, Τεῦκρε. Τεῦκρος φεῦ τάλας· τί γὰρ τέκνον τὸ τοῦδε, ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος; Χορός μόνος παρὰ σκηναῖσιν. Τεῦκρος οὐχ ὅσον τάχος δῆτʼ αὐτὸν ἄξεις δεῦρο, μή τις ὡς κενῆς σκύμνον λεαίνης δυσμενῶν ἀναρπάσῃ; ἴθʼ, ἐγκόνει, σύγκαμνε. τοῖς θανοῦσί τοι φιλοῦσι πάντες κειμένοις ἐπεγγελᾶν. Χορός καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν ἐφίεθʼ ἁνὴρ κεῖνος, ὥσπερ οὖν μέλει. ἐκβάλῃ : ἐκβάλοι Γ ᾗ quod coni. Schneidewin legisse videntur Eustath 1521, 42 Suid. v. γλεῦκος : ἢ Soph Eustath. Suid. codices : εἰ Reiske τί Lac rec : πῶς Lc Α rec τοῦδʼ ἐπεγγελῷεν ] τοῦδέ γʼ ἐγγελῷεν Porson : τοῦδʼ ἂν ἐγγελῷεν Elmsley : τοῦδʼ ἔτʼ ἐγγελῷεν Meineke ἠμπόληκας : ἠμπόληκά σʼ Lenting ἁνήρ : ἀνήρ codd. θανοῦσί : θανοῦσι] ἐχθροῖσι Herwerden κεῖνος : ἐκεῖνος A rec (cf. 783) ἁνὴρ : ἀνήρ codd. Τεῦκρος ὦ τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ ἄλγιστον ὧν προσεῖδον ὀφθαλμοῖς ἐγώ, ὁδός θʼ ὁδῶν πασῶν ἀνιάσασα δὴ μάλιστα τοὐμὸν σπλάγχνον, ἣν δὴ νῦν ἔβην, ὦ φίλτατʼ Αἴας, τὸν σὸν ὡς ἐπῃσθόμην μόρον διώκων κἀξιχνοσκοπούμενος. ὀξεῖα γάρ σου βάξις ὡς θεοῦ τινος διῆλθʼ Ἀχαιοὺς πάντας ὡς οἴχῃ θανών. ἁγὼ κλύων δύστηνος ἐκποδὼν μὲν ὢν ὑπεστέναζον, νῦν δʼ ὁρῶν ἀπόλλυμαι.