οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν οἰμῶξαι : οἰμώξαι L ἀρτίως : ἀρτίου L Σ rec ὤμοι Α Σ1 rec : ὤιμοι L rec : ἰώ μοι Σγρ maiorem in L quam vicini εἴσθεσιν habet ἄγαν δʼ Α : ἄγαν L Σ rec : ἄγαν γʼ rec γε τἄχθος Blaydes : ἄχθος L Α rec : τε ἄχθος Γ : τόδʼ ἄχθος Brunck : γὰρ ἄχθος Elmsley κελαινώπαν L (ώ ex ῶ facto) A Σ rec Suid. s. v. : κελαινῶπα Δ Eustath. 72, 4 . Hesych. ii. 460 (κελαινοπάθιμον) : κελαινῶπʼ ἄν Baydes πολύτλας Pal : ὁ πολύτλας L Α rec Suid. τοῖσδε Elmsley : τοῖς L Α rec : τοῖσι T βασιλῆς rec : βασιλῆες L A rec : βασιλέες T : βασιλεῖς rec τἀγαθὸν χεροῖν : τἀγάθʼ ἐν χεροῖν rec ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ. ἐμοὶ πικρὸς τέθνηκεν ᾗ κείνοις γλυκύς, αὑτῷ δὲ τερπνός. ὧν γὰρ ἠράσθη τυχεῖν ἐκτήσαθʼ αὑτῷ, θάνατον ὅνπερ ἤθελεν. τί δῆτα τοῦδʼ ἐπεγγελῷεν ἂν κάτα; θεοῖς τέθνηκεν οὗτος, οὐ κείνοισιν, οὔ. πρὸς ταῦτʼ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω. Αἴας γὰρ αὐτοῖς οὐκέτʼ ἐστίν, ἀλλʼ ἐμοὶ λιπὼν ἀνίας καὶ γόους διοίχεται. Τεῦκρος ἰώ μοί μοι. Χορός σίγησον· αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν βοῶντος ἄτης τῆσδʼ ἐπίσκοπον μέλος. Τεῦκρος ὦ φίλτατʼ Αἴας, ὦ ξύναιμον ὄμμʼ ἐμοί, ἆρʼ ἠμπόληκας ὥσπερ ἡ φάτις κρατεῖ; Χορός ὄλωλεν ἁνήρ, Τεῦκρε, τοῦτʼ ἐπίστασο. Τεῦκρος ὤμοι βαρείας ἆρα τῆς ἐμῆς τύχης. Χορός ὡς ὧδʼ ἐχόντων Τεῦκρος ὦ τάλας ἐγώ, τάλας. Χορός πάρα στενάζειν. Τεῦκρος ὦ περισπερχὲς πάθος. Χορός ἄγαν γε, Τεῦκρε. Τεῦκρος φεῦ τάλας· τί γὰρ τέκνον τὸ τοῦδε, ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος; Χορός μόνος παρὰ σκηναῖσιν. Τεῦκρος οὐχ ὅσον τάχος δῆτʼ αὐτὸν ἄξεις δεῦρο, μή τις ὡς κενῆς