οἴμοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσι σκοποί. Χορός ὤμοι, ἀναλγήτων δισσῶν ἐθρόησας ἄναυδον ἔργον Ἀτρειδᾶν τῷδʼ ἄχει. ἀλλʼ ἀπείργοι θεός. Τέκμησσα οὐκ ἂν τάδʼ ἔστη τῇδε, μὴ θεῶν μέτα. Χορός ἄγαν δʼ ὑπερβριθές γε τἄχθος ἤνυσαν. Τέκμησσα τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸς Παλλὰς φυτεύει πῆμʼ Ὀδυσσέως χάριν. Χορός ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει πολύτλας ἀνήρ, γελᾷ δὲ τοῖσδε μαινομένοις ἄχεσιν πολὺν γέλωτα, φεῦ φεῦ, ξύν τε διπλοῖ βασιλῆς κλύοντες Ἀτρεῖδαι. Τέκμησσα οἳ δʼ οὖν γελώντων κἀπιχαιρόντων κακοῖς τοῖς τοῦδʼ. ἴσως τοι, κεἰ βλέποντα μὴ ʼπόθουν, θανόντʼ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός. οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν οἰμῶξαι : οἰμώξαι L ἀρτίως : ἀρτίου L Σ rec ὤμοι Α Σ1 rec : ὤιμοι L rec : ἰώ μοι Σγρ maiorem in L quam vicini εἴσθεσιν habet ἄγαν δʼ Α : ἄγαν L Σ rec : ἄγαν γʼ rec γε τἄχθος Blaydes : ἄχθος L Α rec : τε ἄχθος Γ : τόδʼ ἄχθος Brunck : γὰρ ἄχθος Elmsley κελαινώπαν L (ώ ex ῶ facto) A Σ rec Suid. s. v. : κελαινῶπα Δ Eustath. 72, 4 . Hesych. ii. 460 (κελαινοπάθιμον) : κελαινῶπʼ ἄν Baydes πολύτλας Pal : ὁ πολύτλας L Α rec Suid. τοῖσδε Elmsley : τοῖς L Α rec : τοῖσι T βασιλῆς rec : βασιλῆες L A rec : βασιλέες T : βασιλεῖς rec τἀγαθὸν χεροῖν : τἀγάθʼ ἐν χεροῖν rec ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ. ἐμοὶ πικρὸς τέθνηκεν ᾗ κείνοις γλυκύς, αὑτῷ δὲ τερπνός. ὧν γὰρ ἠράσθη τυχεῖν ἐκτήσαθʼ αὑτῷ, θάνατον ὅνπερ ἤθελεν. τί δῆτα τοῦδʼ ἐπεγγελῷεν ἂν κάτα; θεοῖς τέθνηκεν οὗτος, οὐ κείνοισιν, οὔ. πρὸς ταῦτʼ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω. Αἴας γὰρ αὐτοῖς οὐκέτʼ ἐστίν, ἀλλʼ ἐμοὶ λιπὼν ἀνίας καὶ γόους διοίχεται. Τεῦκρος ἰώ μοί μοι. Χορός σίγησον· αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν