πημάτων, ἦμος ἀριστόχειρ ὅπλων ἔκειτʼ ἀγὼν πέρι. ἄφαρκτος Dindorf : ἄφρακτος codd. πᾷ πᾷ : πᾶι πᾶ L : πᾶ πᾶ rec βαστάσει rec : βαστάσῃ L Α rec ἀκμαῖʼ ἄν Wakefield ἀκμαῖος L (σ a m. rec.) Α rec : ἀκμαίως Trin Αἴας : Αἶαν Suid. v. οἷος et Suid. v. ὦ δύσμορε ἐχθροῖς : ἐχθρῶν Mosq b στερεόφρων : στερεόφρον rec ἐξανύσσειν L rec : ἐξανύσειν A rec : ὧδʼ ἐξανύσειν Erfudt ἄναξ ἀνεστέναζες Elmsley ὠμόφρων : ὠμόφρον rec lacunam suppleverunt alii aliud scribendo velut Ἀχιλλέως Triclinius ( T σ) : Ἀχιλλέος (sscr. ω) Vat a : χρυσοδέτων Musgrave : ἐν Δαναοῖς Elmsley Τέκμησσα ἰώ μοί μοι. Χορός χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη. Τέκμησσα ἰώ μοί μοι. Χορός οὐδέν σʼ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι, τοιοῦδʼ ἀποβλαφθεῖσαν ἀρτίως φίλου. Τέκμησσα σοὶ μὲν δοκεῖν ταῦτʼ ἔστʼ, ἐμοὶ δʼ ἄγαν φρονεῖν. Χορός ξυναυδῶ. Τέκμησσα οἴμοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσι σκοποί. Χορός ὤμοι, ἀναλγήτων δισσῶν ἐθρόησας ἄναυδον ἔργον Ἀτρειδᾶν τῷδʼ ἄχει. ἀλλʼ ἀπείργοι θεός. Τέκμησσα οὐκ ἂν τάδʼ ἔστη τῇδε, μὴ θεῶν μέτα. Χορός ἄγαν δʼ ὑπερβριθές γε τἄχθος ἤνυσαν. Τέκμησσα τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸς Παλλὰς φυτεύει πῆμʼ Ὀδυσσέως χάριν. Χορός ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει πολύτλας ἀνήρ, γελᾷ δὲ τοῖσδε μαινομένοις ἄχεσιν πολὺν γέλωτα, φεῦ φεῦ, ξύν τε διπλοῖ βασιλῆς κλύοντες Ἀτρεῖδαι. Τέκμησσα οἳ δʼ οὖν γελώντων κἀπιχαιρόντων κακοῖς τοῖς τοῦδʼ. ἴσως τοι, κεἰ βλέποντα μὴ ʼπόθουν, θανόντʼ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός.