κατημέλησα. πᾷ πᾷ κεῖται ὁ δυστράπελος δυσώνυμος Αἴας; Τέκμησσα οὔτοι θεατός· ἀλλά νιν περιπτυχεῖ φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ οὐδεὶς ἄν, ὅστις καὶ φίλος, τλαίη βλέπειν φυσῶντʼ ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας πληγῆς μελανθὲν αἷμʼ ἀπʼ οἰκείας σφαγῆς. οἴμοι, τί δράσω; τίς σε βαστάσει φίλων; ποῦ Τεῦκρος; ὡς ἀκμαῖʼ ἄν, εἰ βαίη, μόλοι πεπτῶτʼ ἀδελφὸν τόνδε συγκαθαρμόσαι. δύσμορʼ Αἴας, οἷος ὢν οἵως ἔχεις, ὡς καὶ παρʼ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν. Χορός ἔμελλες, τάλας, ἔμελλες χρόνῳ στερεόφρων ἄρʼ ἐξανύσσειν κακὰν μοῖραν ἀπειρεσίων πόνων. τοῖά μοι πάννυχα καὶ φαέθοντʼ ἀνεστέναζες ὠμόφρων ἐχθοδόπʼ Ἀτρείδαις οὐλίῳ σὺν πάθει. μέγας ἄρʼ ἦν ἐκεῖνος ἄρχων χρόνος πημάτων, ἦμος ἀριστόχειρ ὅπλων ἔκειτʼ ἀγὼν πέρι. ἄφαρκτος Dindorf : ἄφρακτος codd. πᾷ πᾷ : πᾶι πᾶ L : πᾶ πᾶ rec βαστάσει rec : βαστάσῃ L Α rec ἀκμαῖʼ ἄν Wakefield ἀκμαῖος L (σ a m. rec.) Α rec : ἀκμαίως Trin Αἴας : Αἶαν Suid. v. οἷος et Suid. v. ὦ δύσμορε ἐχθροῖς : ἐχθρῶν Mosq b στερεόφρων : στερεόφρον rec ἐξανύσσειν L rec : ἐξανύσειν A rec : ὧδʼ ἐξανύσειν Erfudt ἄναξ ἀνεστέναζες Elmsley ὠμόφρων : ὠμόφρον rec lacunam suppleverunt alii aliud scribendo velut Ἀχιλλέως Triclinius ( T σ) : Ἀχιλλέος (sscr. ω) Vat a : χρυσοδέτων Musgrave : ἐν Δαναοῖς Elmsley Τέκμησσα ἰώ μοί μοι. Χορός χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη. Τέκμησσα ἰώ μοί μοι. Χορός οὐδέν σʼ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι, τοιοῦδʼ ἀποβλαφθεῖσαν ἀρτίως φίλου. Τέκμησσα σοὶ μὲν δοκεῖν ταῦτʼ ἔστʼ, ἐμοὶ δʼ ἄγαν φρονεῖν. Χορός ξυναυδῶ.