ὦ χαῖρʼ Ἀθάνα, χαῖρε Διογενὲς τέκνον, ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν. Ἀθήνα καλῶς ἔλεξας. ἀλλʼ ἐκεῖνό μοι φράσον, ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ; Αἴας κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή. Ἀθήνα ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα; Αἴας ὥστʼ οὔποτʼ Αἴανθʼ οἵδʼ ἀτιμάσουσʼ ἔτι. Ἀθήνα τεθνᾶσιν ἅνδρες, ὡς τὸ σὸν ξυνῆκʼ ἐγώ. Αἴας θανόντες ἤδη τἄμʼ ἀφαιρείσθων ὅπλα. Ἀθήνα εἶεν· τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου; οὔκουν : οὐκοῦν (sine interrogationis nota) L A rec ἐν δόμοις L2s A rec : ἐς δόμους L rec γάρ νιν : γὰρ τἂν Σ1 post ὄκνῳ add. ἰδεῖν ut videtur L sed offuso atramento lectu difficillimum : ἐξέστην ἰδεῖν T Αἴας Lc (ut videtur) rec Theodosius canon. 131, 14 et alias Eustath. 1469, 59 Greg Cor. 5 § 53 : Αἶαν Lac A rec Suid. v. οὗτος τὸ μή : τὸ μὴ οὐ coni. Nauck quod suadere videtur Suid. v. μὴ οὐχί ᾔχμασας ] ᾕμαξας Reiske χέρα A rec : χέραι (h. e. χέρα sscr.. : cf. 208) L . : χέρας T ὥστʼ ] ὡς coni. Elmsley οἵδʼ A rec : οἶδʼ L rec : utrumqe agnoscit Σ ἀτιμάσουσʼ L2c A rec : ἀτιμάσωσʼ Lac ἅνδρες corr. Brunck : ἄνδρες L A rec : εἶεν· : εἶἑν Lac (ut videtur) ποῦ σοι τύχης ἕστηκεν; ἢ πέφευγέ σε; Αἴας ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μʼ ὅπου; Ἀθήνα ἔγωγʼ· Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω. Αἴας ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω. Ἀθήνα πρὶν ἂν τί δράσῃς ἢ τί κερδάνῃς πλέον; Αἴας πρὶν ἂν δεθεὶς πρὸς κίονʼ ἑρκείου στέγης Ἀθήνα τί δῆτα τὸν δύστηνον ἐργάσῃ κακόν; Αἴας μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ. Ἀθήνα μὴ δῆτα τὸν δύστηνον ὧδέ γʼ αἰκίσῃ. Αἴας χαίρειν, Ἀθάνα, τἄλλʼ ἐγώ σʼ ἐφίεμαι· κεῖνος δὲ τείσει τήνδε κοὐκ ἄλλην δίκην. Ἀθήνα σὺ δʼ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν, χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς. Αἴας χωρῶ πρὸς ἔργον· τοῦτο σοὶ δʼ ἐφίεμαι, τοιάνδʼ ἀεί μοι σύμμαχον παρεστάναι. Ἀθήνα ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση; τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια;