τίνος ποτʼ ἆρʼ ἔπραξε χειρὶ δύσμορος; Τέκμησσα αὐτὸς πρὸς αὐτοῦ· δῆλον. ἐν γάρ οἱ χθονὶ πηκτὸν τόδʼ ἔγχος περιπετὲς κατηγορεῖ. Χορός ὤμοι ἐμᾶς ἄτας, οἶος ἄρʼ αἱμάχθης. post ποταμῶν in L spatium in quo rasura duarum litterarum ἴδρις om. rec λεύσσων delevi post ἀπύοι in L rasura (fort. fuerat ἀπίει ut in rec )· dein fere quattuor litterae erasae ἀλλʼ ἀμενηνὸν : ἀλλὰ μεμηνότʼ rec ἰώ T : ἰὼ ἰώ L Α rec τλάμων : τλήμων L Α rec : τλῆμον rec δουρίληπτον : δορίληπτον Lac rec ᾤχωκʼ : ὤχωκʼ Herodian ap reg Cor. p. 66 : οἴχωκʼ L Α rec ὤμοι T : ἰώ μοι L A rec ὤμοι : ὥμοι T : ἰώ μοι L Α rec ἄμʼ ὦναξ scripsi : ἄναξ codd. : ὦναξ Bergk ὦ τάλας T Liv p : ἰὼ τάλας L Α rec : τάλας Hermann ὦ T : ἰὼ L Α ταλαῖφρον rec : ταλαίφρων L Α rec ἆρʼ om. G. Wolff ἆρʼ ἔπραξε : ἆρʼ ἔρξε Hermann ὤμοι T Liv p : ἰώ μοι L Α rec οἶος L Α rec Σ : οἷος rec ᾑμάχθης (ἡμ-) rec : ᾁμάχθης Radermacher ἄφαρκτος φίλων· ἐγὼ δʼ ὁ πάντα κωφός, ὁ πάντʼ ἄιδρις, κατημέλησα. πᾷ πᾷ κεῖται ὁ δυστράπελος δυσώνυμος Αἴας; Τέκμησσα οὔτοι θεατός· ἀλλά νιν περιπτυχεῖ φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ οὐδεὶς ἄν, ὅστις καὶ φίλος, τλαίη βλέπειν φυσῶντʼ ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας πληγῆς μελανθὲν αἷμʼ ἀπʼ οἰκείας σφαγῆς. οἴμοι, τί δράσω; τίς σε βαστάσει φίλων; ποῦ Τεῦκρος; ὡς ἀκμαῖʼ ἄν, εἰ βαίη, μόλοι πεπτῶτʼ ἀδελφὸν τόνδε συγκαθαρμόσαι. δύσμορʼ Αἴας, οἷος ὢν οἵως ἔχεις, ὡς καὶ παρʼ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν. Χορός ἔμελλες, τάλας, ἔμελλες χρόνῳ στερεόφρων ἄρʼ ἐξανύσσειν κακὰν μοῖραν ἀπειρεσίων πόνων. τοῖά μοι πάννυχα καὶ φαέθοντʼ ἀνεστέναζες ὠμόφρων ἐχθοδόπʼ Ἀτρείδαις οὐλίῳ σὺν πάθει. μέγας ἄρʼ ἦν ἐκεῖνος ἄρχων χρόνος