ἀλλʼ οὐδὲ μὲν δὴ τὴν ἀφʼ ἡλίου βολῶν κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς. Χορός τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων ἁλιαδᾶν ἔχων ἀύπνους ἄγρας ἢ τίς Ὀλυμπιάδων θεᾶν, ἢ ῥυτῶν τροφῆς corr. Brunck : τροφεῖς codd. πᾶι πᾶι πᾶι L Α : πᾶ πᾶ πᾶ rec : παπαῖ παπαῖ. πᾶ Lachmann ἐπισπᾶται scripsi : ἐπίσταται codd. ἰδοὺ ἰδού codd. Σ1 : ἰδού Hermann τινά : τίνα; G. Wolff ἐστίβηται : ἐστίβευται coni. Herwerden πλευρὸν (ο ex α facto) L Choro dat L οὐδὲ μὲν δὴ L A2 rec : οὐδὲ μὲν Α : οὐδʼ ἐμοὶ δὴ rec βολῶν Lb Α rec : βολῆς Lac : μολὼν (μολῶν) rec ἁνὴρ : ἀνὴρ codd. δῆτά μοι corr. Hermann : δή μοι codd. ἁλιαδᾶν L Α rec Greg. Cor. p. 226: ἁλιαδῶν rec ἀύπνους : ἀμφʼ ἀύπνους Hermann ἄγρας L Α rec : ἕδρας rec L2γρ Αγρ θεᾶν L rec : θεῶν A rec Βοσπορίων ποταμῶν, ἴδρις τὸν ὠμόθυμον εἴ ποθι πλαζόμενον λεύσσων ἀπύοι; σχέτλια γὰρ ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων οὐρίῳ μὴ πελάσαι δρόμῳ, ἀλλʼ ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου. Τέκμησσα ἰώ μοί μοι. Χορός τίνος βοὴ πάραυλος ἐξέβη νάπους; Τέκμησσα ἰὼ τλάμων. Χορός τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶ Τέκμησσαν, οἴκτῳ τῷδε συγκεκραμένην Τέκμησσα ᾤχωκʼ, ὄλωλα, διαπεπόρθημαι, φίλοι. Χορός τί δʼ ἔστιν; Τέκμησσα Αἴας ὅδʼ ἡμῖν ἀρτίως νεοσφαγὴς κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής. Χορός ὤμοι ἐμῶν νόστων· ὤμοι, κατέπεφνες ἄμʼ , ὦναξ, τόνδε συνναύταν, ὦ τάλας· ὦ ταλαῖφρον γύναι. Τέκμησσα ὡς ὧδε τοῦδʼ ἔχοντος αἰάζειν πάρα.