ἦ που τάλαινα, τήνδʼ ὅταν κλύῃ φάτιν, ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει. ἀλλʼ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην· ἀλλʼ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί. ὦ θάνατε θάνατε, νῦν μʼ ἐπίσκεψαι μολών· καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών. σὲ δʼ, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας, καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω, πανύστατον δὴ κοὔποτʼ αὖθις ὕστερον. ἀσφαδᾴστῳ corr. L. Dindorf : ἀσφαδάστῳ codd. διαρρήξαντα : ἀναρρήξαντα Σ (ad v. 833) Om. A Suid. v. ἀειπαρθένους θʼ rec : δʼ L rec Ἐρινῦς : Ἐριννῦς rec , ut saepe duο posteriores Bothe alii damnaverunt, alii Wesselingium secuti omnes Σ locum aliqua ex parte vel apud antiquos spurium haberi testatur (τὼς αὐτοσφαγεῖς : ταῦτα νοθεύεσθαί φασιν ὑποβληθέντα πρὸς σαφήνειαν τῶν λεγομένων). Itaque verba ab αὐτοσφαγεῖς usque ad ἐκγόνων satis habui secludere ὥσπερ : χὥσπερ coni. Blaydes πρὸς : πρὸ A rec ἐκγόνων : ἐκγόνων τʼ rec ἴτʼ : ἴτετ Lc ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον, κλειναί τʼ Ἀθῆναι, καὶ τὸ σύντροφον γένος, κρῆναί τε ποταμοί θʼ οἵδε, καὶ τὰ Τρωικὰ πεδία προσαυδῶ, χαίρετʼ, ὦ τροφῆς ἐμοί· τοῦθʼ ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ, τὰ δʼ ἄλλʼ ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι. ΗΜΙΧΟΡΟΣ Α πόνος πόνῳ πόνον φέρει. πᾷ πᾷ πᾷ γὰρ οὐκ ἔβαν ἐγώ; κοὐδεὶς ἐπισπᾶται με συμμαθεῖν τόπος. ἰδοὺ ἰδού, δοῦπον αὖ κλύω τινά. ΗΜΙΧΟΡΟΣ Β ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν. ΗΜΙΧΟΡΟΣ Α τί οὖν δή; ΗΜΙΧΟΡΟΣ Β πᾶν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν. ΗΜΙΧΟΡΟΣ Α ἔχεις οὖν; ΗΜΙΧΟΡΟΣ Β πόνου γε πλῆθος, κοὐδὲν εἰς ὄψιν πλέον. ΗΜΙΧΟΡΟΣ Β ἀλλʼ οὐδὲ μὲν δὴ τὴν ἀφʼ ἡλίου βολῶν κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς. Χορός τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων