σιδηροβρῶτι θηγάνῃ νεηκονής· ἔπηξα δʼ αὐτὸν εὖ περιστείλας ἐγώ, εὐνούστατον τῷδʼ ἀνδρὶ διὰ τάχους θανεῖν. οὕτω μὲν εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον. αἰτήσομαι δέ σʼ οὐ μακρὸν γέρας λαχεῖν. πέμψον τινʼ ἡμῖν ἄγγελον, κακὴν φάτιν Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει, καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θʼ ἕλωρ. τοσαῦτά σʼ, ὦ Ζεῦ, προστρέπω, καλῶ δʼ ἅμα ἑσπέρους (ου ex α facto) L ἀντηλίους L rec Suid. v. ἀγκών : ἀνθηλίους A rec τἀνδρὸς L rec Suid. : ἀνδρὸς A rec om. A : del. Dindorf θέλοντες Lc A2 rec : θέλοντας Lac rec : θέλοντος Dresd b ὃς σπεύδει rec : ὃς ἂν σπεύδει Lc : ὃς σπεύδῃ A2 : ὃς ἂν σπεύδῃ rec et fort. Lac σιδηροβρῶτι Lb Α rec Eustath. 1817, 27 : σιδηροβρώτῃ Lac rec λαχεῖν Lc Α rec : λαβεῖν Lac rec τοσαῦτά σʼ : τοσαῦτά σοι Σγρ : τοσαῦτʼ ὦ rec προστρέπω Lac Σ Ven : προτρέπω Lc A rec Suid. s. v. δʼ ] θʼ rec πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι, ξὺν ἀσφαδᾴστῳ καὶ ταχεῖ πηδήματι πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ. καλῶ δʼ ἀρωγοὺς τὰς ἀεί τε παρθένους ἀεί θʼ ὁρώσας πάντα τἀν βροτοῖς πάθη, σεμνὰς Ἐρινῦς τανύποδας, μαθεῖν ἐμὲ πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας. καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους ξυναρπάσειαν, ὥσπερ εἰσορῶσʼ ἐμὲ αὐτοσφαγῆ πίπτοντα· τὼς αὐτοσφαγεῖς πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο. ἴτʼ, ὦ ταχεῖαι ποίνιμοί τʼ Ἐρινύες, γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ. σὺ δʼ, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τʼ ἐμὸν γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.