Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησʼ ἐγώ. Τέκμησσα οἴμοι, τί φής, ὤνθρωπε; μῶν ὀλώλαμεν; Ἄγγελος οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δʼ ὅτι, θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι. Τέκμησσα καὶ μὴν θυραῖος, ὥστε μʼ ὠδίνειν τί φής. Ἄγγελος ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται σκηνῆς ὕπαυλον μηδʼ ἀφιέναι μόνον. Τέκμησσα ποῦ δʼ ἐστὶ Τεῦκρος, κἀπὶ τῷ λέγει τάδε; Ἄγγελος πάρεστʼ ἐκεῖνος ἄρτι· τήνδε δʼ ἔξοδον ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν. Τέκμησσα οἴμοι τάλαινα, τοῦ ποτʼ ἀνθρώπων μαθών; Ἄγγελος τοῦ Θεστορείου μάντεως, καθʼ ἡμέραν τὴν νῦν ὃ τούτῳ θάνατον ἢ βίον φέρει. Τέκμησσα οἲ ʼγώ, φίλοι, πρόστητʼ ἀναγκαίας τύχης, καὶ σπεύσαθʼ οἳ μὲν Τεῦκρον ἐν τάχει μολεῖν, εἶφʼ ] εἶπεν Lac A rec ἀπεστερήμεθα A rec : ἀπεστηρήμεθα L (quid prius fuerit incertum) : ἀφυστερήμεθα Wakefield : ἄρʼ ὑστερήσαμεν Badham ἁνὴρ : ἀνὴρ codd. κεῖνος : ἐκεῖνος L A rec δυσμόρων γένος scripsi : δύσμορον γένος codd. : δύσμορον λέχος Housman πρᾶξιν ] βάξιν Reiske ὤνθρωπε : ἄνθρωπε rec θυραῖος : θυραῖός γʼ Elmlsey ὀλεθρίαν Αἴαντος : ὄλεθρον εἰς Αἴαντος Blaydes : Aἴαντος εἰς ὄλεθρον coni. Jebb ἐλπίζει φέρειν L rec : ἐλπίζειν φέρειν A : ἐλπίζειν φέρει Bothe : ἐλπίζει κυρεῖν Enger : ἐλπίζει πέλειν Blaydes : fort. ἐλπίζει σʼ ἐρεῖν (vel θροεῖν) ὃ τούτῳ scripsi ; cf. El. 375 : ὅτʼ αὐτῷ L A rec : ἧτʼ (vel ἡιτʼ) αὐτῷ rec : ὃς αὐτῷ Jacobs φέρει ] θροεῖ Blaydes οἳ δʼ ἑσπέρους ἀγκῶνας, οἳ δʼ ἀντηλίους ζητεῖτʼ ἰόντες τἀνδρὸς ἔξοδον κακήν. ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη. οἴμοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον. ἀλλʼ εἶμι κἀγὼ κεῖσʼ ὅποιπερ ἂν σθένω. χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμή, σῴζειν θέλοντες ἄνδρα γʼ ὃς σπεύδει θανεῖν. Χορός χωρεῖν ἑτοῖμος, κοὐ λόγῳ δείξω μόνον. τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμʼ ἕψεται. Αἴας ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος γένοιτʼ ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή, δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ μάλιστα μισηθέντος, ἐχθίστου θʼ ὁρᾶν. πέπηγε δʼ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,