κείνων πέποιθα τοῦτʼ ἐπισπάσειν κλέος. τοσόνδʼ ἐκόμπει μῦθον. εἶτα δεύτερον δίας Ἀθάνας, ἡνίκʼ ὀτρύνουσά νιν ηὐδᾶτʼ ἐπʼ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν, τότʼ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τʼ ἔπος· ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας ἵστω, καθʼ ἡμᾶς δʼ οὔποτʼ ἐκρήξει μάχη. τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς ἐκτήσατʼ ὀργήν, οὐ κατʼ ἄνθρωπον φρονῶν. ἀλλʼ εἴπερ ἔστι τῇδε θἡμέρᾳ. τάχʼ ἂν τήνδʼ ἔθʼ ἡμέραν μόνην Πc : τῆιδεθʼ ἡμέρα μόνῃ L : τῇδέ θʼ ἡμέρᾳ μόνῃ Aac rec τῇδε θʼ ἡμέρᾳ (h. e. θἡμέρᾳ) μόνῃ Ac rec Σ1 : possis quoque τήνδʼ ἐφʼ ἡμέραν μόνην. GRC expanded the abbreviation "ἡ. μ." to "ἡμέραν μόνην". ὡς ] ὣς L A rec κἀνόητα Suidae v. τὰ γάρ codd. plur. : κἀνόνητα codd. Σ Didym. Alex. περὶ τριάδος iii. 6. 358 Stob. ecl. i. 55, 20 W . Stob. flor. 22.21 Suid. v. ἀνόνητα et eiusdem v. τὰ γάρ A Eustath. 415, 31 , 481, 17 δυσπραξίαις : δυσπραγίαις Stob. flor. φύσιν : φύσει Stob. ecl. φρονῇ Lac Πc rec Stob. ecl. : φρονεῖ Lc A rec Stob flor. κατακτήσαιτʼ Lb M et fort. Lac δίας Ἀθάνας ] δίαν Ἀθάναν Mehlhorn : ἄγαις Ἀθάνας malim τότʼ ] ὁ δʼ Γ Δ ἀντιφωνεῖ ] ἄντα φωνεῖ Seyffert τοιοῖσδέ τοι corr. Hermann : τοιοῖσδε τοῖς codd. τῇδε θἡμέρᾳ : τῆιδε θʼ ἡμέραι Lc Σ1 : τῇδε θʼ ἡμέρᾳ A rec : τῇδʼ ἐν ἡμέρᾳ Lac rec : τῇδʼ ἔθʼ ἡμέρᾳ Lobeck γενοίμεθʼ αὐτοῦ σὺν θεῷ σωτήριοι. τοσαῦθʼ ὁ μάντις εἶφʼ· ὃ δʼ εὐθὺς ἐξ ἕδρας πέμπει με σοὶ φέροντα τάσδʼ ἐπιστολὰς Τεῦκρος φυλάσσειν. εἰ δʼ ἀπεστερήμεθα, οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός. Χορός ὦ δαΐα Τέκμησσα, δυσμόρων γένος, ὅρα μολοῦσα τόνδʼ ὁποῖʼ ἔπη θροεῖ. ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά. Τέκμησσα τί μʼ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε; Χορός τοῦδʼ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησʼ ἐγώ. Τέκμησσα οἴμοι, τί φής, ὤνθρωπε; μῶν ὀλώλαμεν; Ἄγγελος οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δʼ ὅτι, θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι. Τέκμησσα καὶ μὴν θυραῖος, ὥστε μʼ ὠδίνειν τί φής. Ἄγγελος ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται