μὴ ʼξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ. Χορός ἀλλʼ οἴχεταί τοι, πρὸς τὸ κέρδιον τραπεὶς γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου. Ἄγγελος ταῦτʼ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα, εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται. Χορός ποῖον; τί δʼ εἰδὼς τοῦδε πράγματος πέρι; Ἄγγελος τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον. ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα, ἐς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως θεὶς εἶπε κἀπέσκηψε παντοίᾳ τέχνῃ εἶρξαι κατʼ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε στρατῷ Schaefer : στρατοῦ codd. Suid. v. οὔτις ὡς ] ὥστʼ rec : ὥς τʼ Musgrave ἀρκέσοι : ἀρκέσει rec ὥστʼ ἐς ] ἔστʼ ἐς Thιersch κολεῶν : κουλεῶν rec προσωτάτω : προσωτάτου A rec ἰοὺ ἰού T : ἰοὺ ἰοὺ ἰού L A rec τύχῃ : τύχοι rec κέρδιον rec κέρδιστον L A rec πέρι; ] πάρει; Reiske εἶρξαι : εἷρξαι Hermann Αἴανθʼ ὑπὸ σκηναῖσι μηδʼ ἀφέντʼ ἐᾶν, εἰ ζῶντʼ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ. ἐλᾷ γὰρ αὐτὸν τήνδʼ ἔθʼ ἡμέραν μόνην δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων. τὰ γὰρ περισσὰ κἀνόητα σώματα πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις ἔφασχʼ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν βλαστὼν ἔπειτα μὴ κατʼ ἄνθρωπον φρονῇ. κεῖνος δʼ ἀπʼ οἴκων εὐθὺς ἐξορμώμενος ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός. ὃ μὲν γὰρ αὐτὸν ἐννέπει, τέκνον, δορὶ βούλου κρατεῖν μέν, σὺν θεῷ δʼ ἀεὶ κρατεῖν. ὃ δʼ ὑψικόμπως κἀφρόνως ἠμείψατο, πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ κράτος κατακτήσαιτʼ· ἐγὼ δὲ καὶ δίχα