κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη. λήγει δʼ ἔρις δραμοῦσα τοῦ προσωτάτω ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου. ἀλλʼ ἡμὶν Αἴας ποῦ ʼστιν, ὡς φράσω τάδε; τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον. Χορός οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις. Ἄγγελος ἰοὺ ἰού. βραδεῖαν ἡμᾶς ἆρʼ ὁ τήνδε τὴν ὁδὸν πέμπων ἔπεμψεν, ἢ ʼφάνην ἐγὼ βραδύς. Χορός τί δʼ ἐστὶ χρείας τῆσδʼ ὑπεσπανισμένον; Ἄγγελος τὸν ἄνδρʼ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης μὴ ʼξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ. Χορός ἀλλʼ οἴχεταί τοι, πρὸς τὸ κέρδιον τραπεὶς γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου. Ἄγγελος ταῦτʼ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα, εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται. Χορός ποῖον; τί δʼ εἰδὼς τοῦδε πράγματος πέρι; Ἄγγελος τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον. ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα, ἐς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως θεὶς εἶπε κἀπέσκηψε παντοίᾳ τέχνῃ εἶρξαι κατʼ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε στρατῷ Schaefer : στρατοῦ codd. Suid. v. οὔτις ὡς ] ὥστʼ rec : ὥς τʼ Musgrave ἀρκέσοι : ἀρκέσει rec ὥστʼ ἐς ] ἔστʼ ἐς Thιersch κολεῶν : κουλεῶν rec προσωτάτω : προσωτάτου A rec ἰοὺ ἰού T : ἰοὺ ἰοὺ ἰού L A rec τύχῃ : τύχοι rec κέρδιον rec κέρδιστον L A rec πέρι; ] πάρει; Reiske εἶρξαι : εἷρξαι Hermann Αἴανθʼ ὑπὸ σκηναῖσι μηδʼ ἀφέντʼ ἐᾶν, εἰ ζῶντʼ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ. ἐλᾷ γὰρ αὐτὸν τήνδʼ ἔθʼ ἡμέραν μόνην δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων. τὰ γὰρ περισσὰ κἀνόητα σώματα πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις