κοὐδὲν ἀναύδατον φατίσαιμʼ ἄν, εὖτέ γʼ ἐξ ἀέλπτων Αἴας μετανεγνώσθη θυμοῦ τʼ Ἀτρείδαις μεγάλων τε νεικέων. Ἄγγελος ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω, Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ κρημνῶν· μέσον δὲ προσμολὼν στρατήγιον κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ. στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ ἰάψῃς A rec : ἰάψεις L rec : ξυνάψῃς Bothe post χορεῦσαι lacunam statuit Lobeck εὔγνωστος : εὔγνωτος rec ξυνείη La5 rec : ξυνείης L2 A rec ἔλυσεν L rec : ἔλυσε Ven : ἔλυσεν γὰρ Lb A rec : ἔλυσε γὰρ rec : ἔλυσε δʼ Elmsley πελάσαι : πελᾶσαι (ex πελᾶσαν ut videtur factum ) L θοᾶν ] θοῶν A rec πάνθυτʼ ἐξήνυσεν θέσμια Vata: ἐξήνυσʼ Liv v : ἐξήνυσεν L A rec πάνθʼ ὁ μέγας χρόνος : ὁ χρόνος ὁ μέγας Stob. ecl. i. 97, 18 W . μαραίνει Stob. : μαραίνει τε καὶ φλέγει codd. Suid. v. φλέγει ἀναύδατον corr. Lobeck : ἀναύδητον codd. Suid. v. ἄναυδος : ἀναύδακτον Hesych. i, 185 (h. e. ἀναύδατον (sscr. η)) φατίσαιμʼ corr. Lobeck : φατίξαιμʼ A rec Suid. et ( ξ ex ζ facto) L φατίζαιμʼ M μετανεγνώσθη : μετεγνώσθη A rec θυμοῦ τʼ Hermann : θυμόν τʼ A : θυμὸν L rec : θυμῶν rec μαθόντες ἀμφέστησαν, εἶτʼ ὀνείδεσιν ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθʼ ὃς οὔ, τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατῷ ξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοι τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν. ὥστʼ ἐς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη. λήγει δʼ ἔρις δραμοῦσα τοῦ προσωτάτω ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου. ἀλλʼ ἡμὶν Αἴας ποῦ ʼστιν, ὡς φράσω τάδε; τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον. Χορός οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις. Ἄγγελος ἰοὺ ἰού. βραδεῖαν ἡμᾶς ἆρʼ ὁ τήνδε τὴν ὁδὸν πέμπων ἔπεμψεν, ἢ ʼφάνην ἐγὼ βραδύς. Χορός τί δʼ ἐστὶ χρείας τῆσδʼ ὑπεσπανισμένον; Ἄγγελος τὸν ἄνδρʼ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης