ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτʼ ἐδεξάμην παρʼ Ἕκτορος δώρημα δυσμενεστάτου, οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα. ἀλλʼ ἔστʼ ἀληθὴς ἡ βροτῶν παροιμία, ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα. τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς εἴκειν, μαθησόμεσθα δʼ Ἀτρείδας σέβειν. ἄρχοντές εἰσιν, ὥσθʼ ὑπεικτέον. τί μήν; καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει· ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν· δεινῶν τʼ ἄημα πνευμάτων ἐκοίμισε στένοντα πόντον· ἐν δʼ ὁ παγκρατὴς ὕπνος λύει πεδήσας, οὐδʼ ἀεὶ λαβὼν ἔχει. χοἱ : χαἱ Musgrave : καὶ codd. Stob. Suid. ἐκαρτέρουν τότε ] ἐπηπείλησʼ ἔπη Σ ἐξαλύξωμαι Hesych. i. 114 : ἐξαλεύσωμαι L A rec χῶρον (ex χώραν factum) L τί μήν; Linwood : τί μή codd. Stob flor. 44. 7 δεινὰ ] θεῖα Wilamowitz et fort. Σ αἰανὴς L Vat c Suid. v. αἰανὴς κύκλος et ut videtur Σ : αἰανῆς A rec Sud v. λευκὴ ἡμέρα Stob. δεινῶν Lb A rec Σ Stob.: δεινόν Lac rec Suid. v. ἄημα ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν; ἐγὼ δʼ ἐπίσταμαι γὰρ ἀρτίως ὅτι ὅ τʼ ἐχθρὸς ἡμῖν ἐς τοσόνδʼ ἐχθαρτέος, ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον τοσαῦθʼ ὑπουργῶν ὠφελεῖν βουλήσομαι, ὡς αἰὲν οὐ μενοῦντα. τοῖς πολλοῖσι γὰρ βροτῶν ἄπιστός ἐσθʼ ἑταιρείας λιμήν. ἀλλʼ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει· σὺ δὲ εἴσω θεοῖς ἐλθοῦσα διὰ τέλους, γύναι, εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ. ὑμεῖς θʼ, ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε