ὀργαῖς ἔμπεδος, ἀλλʼ ἐκτὸς ὁμιλεῖ. ὦ τλᾶμον πάτερ, οἵ- αν σε μένει πυθέσθαι παιδὸς δύσφορον ἄταν, ἃν οὔπω τις ἔθρεψεν αἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε. Αἴας ἅπανθʼ ὁ μακρὸς κἀναρίθμητος χρόνος φύει τʼ ἄδηλα καὶ φανέντα κρύπτεται· κοὐκ ἔστʼ ἄελπτον οὐδέν, ἀλλʼ ἁλίσκεται σύντροφος Nauck : ἔντροφος codd. Σ ἁμέρᾳ : ἡμέραι L λευκῷ τε Hermann : λευκῷ δὲ codd. : λευκὰ δὲ Schneidewin φρενοβόρως : φρενοβορῶς Dindorf : φρενομόρως Lac Σ rec φρενομώρως Lb A rec : φρενομανῶς M ἥσει ] ἄσει rec : ἄσει (secr. ἀφʼ) C : φήσει As (a gl. ἥσει· ἀφήσει orta) χερόπλακτοι corr. Erfurdt : χερόπληκτοι codd. στέρνοισι T : στέρνοις L A rec Suid. v. ἀηδών ἄμυγμα Bothe : ἀμύγματα codd. Eustath. 567, 31 ; 651, 47 κρείσσων Lc A rec : κρέσσων Lac rec γὰρ ] παρʼ Elmsley ὁ Lobeck : ἢ codd. ἐκ ] εὖ Burges ἄριστα : Liv v : ἄριστος Tricl. (ex libro vetusto) om. cett. nisi quod gl. Σ Lb T λείπει τὸ ἄριστος τλᾶμον rec : τλάμων L A rec αἰὼν T : δίων Reiske : αἰῶνʼ Dobree ἄτερθε : ἄτερθέ γε T rec φύει ] ποιεῖ Stob. ecl. i. 97, 15 W κοὐκ ] οὐκ Stob. , Suid. v. ἄελπτον χὡ δεινὸς ὅρκος χοἱ περισκελεῖς φρένες. κἀγὼ γάρ, ὃς τὰ δείνʼ ἐκαρτέρουν τότε, βαφῇ σίδηρος ὥς, ἐθηλύνθην στόμα πρὸς τῆσδε τῆς γυναικός· οἰκτίρω δέ νιν χήραν παρʼ ἐχθροῖς παῖδά τʼ ὀρφανὸν λιπεῖν. ἀλλʼ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους λειμῶνας, ὡς ἂν λύμαθʼ ἁγνίσας ἐμὰ μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς· μολών τε χῶρον ἔνθʼ ἂν ἀστιβῆ κίχω κρύψω τόδʼ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν, γαίας ὀρύξας ἔνθα μή τις ὄψεται· ἀλλʼ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω. ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτʼ ἐδεξάμην παρʼ Ἕκτορος δώρημα δυσμενεστάτου, οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα. ἀλλʼ ἔστʼ ἀληθὴς ἡ βροτῶν παροιμία, ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα. τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς εἴκειν, μαθησόμεσθα δʼ Ἀτρείδας σέβειν. ἄρχοντές εἰσιν, ὥσθʼ ὑπεικτέον. τί μήν; καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα