κἄπειτʼ ἐπειδὴ τοῦδʼ ἐλώφησεν πόνου, τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν ποίμνας τε πάσας εἰς δόμους κομίζεται, ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων. καὶ νῦν κατʼ οἴκους συνδέτους αἰκίζεται. δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον, ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς. θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου τὸν ἄνδρʼ· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν. οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ· Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος. Ὀδυσσεύς τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφʼ ἔξω κάλει. Ἀθήνα οὐ σῖγʼ ἀνέξῃ μηδὲ δειλίαν ἀρῇ μαιμῶσαν ] διψῶσαν Σγρ Γγρ Lbγρ quod glossema esse liquet ex Suid. v. μαιμόωσα, ceterum cf. Νauck TGF p. 858 ἀπείργω L A rec : ἀπεῖρξα A2s rec Σ (add v. 52) : ἀπείρξω L2s αὐτόχειρ : παρών Σγρ ὅτʼ ] ὅδʼ L2s ἐμπίτνων Elmsey : ἐμπιτνῶν A L2s rec : ἐμπίπτων L rec : ἐμπεσὼν Σγρ εἰς ἕρκη κακά : εἰς ἐρινὺν κακὴν Σγρ : εἰς ἔριν κακὴν Lobeck πόνου rec : φόνου L A rec : κόπου rec ἀπείρξω A L2s rec : ἀπείργω L αἰχμαλωτίδας : αἰχμαλώτιδας L rec : αἰχμαλωτίδας A μηδαμῶς σφʼ A L2s rec : μηδαμῶς L ἀρῇ L2s (ἀρῆ Hesych. s. v. ): ἄρηις L Lb : ἀρεῖς Ls A rec : ἄρης As rec Ὀδυσσεύς μὴ πρὸς θεῶν· ἀλλʼ ἔνδον ἀρκείτω μένων. Ἀθήνα τί μὴ γένηται; πρόσθεν οὐκ ἀνὴρ ὅδʼ ἦν; Ὀδυσσεύς ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι. Ἀθήνα οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν; Ὀδυσσεύς ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν. Ἀθήνα μεμηνότʼ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν; Ὀδυσσεύς φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ. Ἀθήνα ἀλλʼ οὐδὲ νῦν σε μὴ παρόντʼ ἴδῃ πέλας. Ὀδυσσεύς πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ; Ἀθήνα ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα. Ὀδυσσεύς γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου. Ἀθήνα σίγα νυν ἑστὼς καὶ μένʼ ὡς κυρεῖς ἔχων. Ὀδυσσεύς μένοιμʼ ἄν· ἤθελον δʼ ἂν ἐκτὸς ὢν τυχεῖν. Ἀθήνα ὦ οὗτος, Αἴας, δεύτερόν σε προσκαλῶ. τί βαιὸν οὕτως ἐντρέπῃ τῆς συμμάχου;