πᾶσιν περίφαντος αἰεί· ἐγὼ δʼ ὁ τλάμων παλαιὸς ἀφʼ οὗ χρόνος μίμνων ἀνʼ Ἴδαν λειμῶνι ποᾶντι μη- νῶν ἀνήριθμος αἰὲν εὐ- νῶμαι χρόνῳ τρυχόμενος, κακὰν ἐλπίδʼ ἔχων ἔτι μέ ποτʼ ἀνύσειν τὸν ἀπότροπον ἀΐδηλον Ἅιδαν. καί μοι δυσθεράπευτος Αἴ- ας ξύνεστιν ἔφεδρος, ὤμοι μοι, θείᾳ μανίᾳ ξύναυλος· ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ κρατοῦντʼ ἐν Ἄρει· νῦν δʼ αὖ φρενὸς οἰοβώ- τας φίλοις μέγα πένθος ηὕ- ρηται. τὰ πρὶν δʼ ἔργα χεροῖν μεγίστας ἀρετᾶς ἄφιλα παρʼ ἀφίλοις ἔπεσʼ ἔπεσε μελέοις Ἀτρείδαις. ξυνέρξεθʼ A rec Suid. s. v. : ξυνέρξεσθʼ L (alterum ξ ex χ factum) rec : ξυνέρχεσθʼ rec φρονεῖν : φρονεῖν: λέγειν Σγρ ἁλίπλακτος rec : ἁλίπλαγκκτος L A rec versus corruptos exempli gratia conatus sum restituere : Ἴδαία μίμνων λειμωνίᾳ ποίαι μήλων (Ἰδαίᾳ μίμνω A rec , λειμωνία rec , πόᾳ [vel πόα] rec ) L A rec : Ἰδαῖα μίμνων λειμώνιʼ ἔπαυλα coni. Lobeck : λειμωνίδι ποίᾳ Erfurdt : μηνῶν Hermann νῶν : εὐνῶμαι Bergk : εὐνόμαι L A rec : εὐνομία Ven : εὐνόμω M : εὐνώμᾳ T χρόνῳ ] πόνῳ coni. Martin ὤμοι μοι Brunck ἰώ μοι μοί μοί L A rec (accentubus alii aliis) : ἰώ μοι μοι rec οἰοβώτας : οἰοβότας A rec Suidae v. οἰοβώτης codd. plerique ηὕρηται : γεγένηται Σγρ χεροῖν μεγίστας : T : χερσὶν μέγιστʼ L A rec Σ : χειρῶν μέγιστʼ Lbs : χερσὶ μέγιστʼ rec Suid. v. τὰ δὲ πρίν παρʼ ἀφίλοις A rec Σ Suid. : παρὰ φίλοις L Σ ἔπεσε rec : ἔπεσεν L A rec ἦ που παλαιᾷ μὲν σύντροφος ἁμέρᾳ, λευκῷ τε γήρᾳ μάτηρ νιν ὅταν νοσοῦν- τα φρενοβόρως ἀκούσῃ, αἴλινον αἴλινον οὐδʼ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς ἥσει δύσμορος, ἀλλʼ ὀξυτόνους μὲν ᾠδὰς θρηνήσει, χερόπλακτοι δʼ ἐν στέρνοισι πεσοῦνται δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας. κρείσσων γὰρ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν, ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄρι- στα πολυπόνων Ἀχαιῶν, οὐκέτι συντρόφοις