καὶ τἀμὰ τεύχη μήτʼ ἀγωνάρχαι τινὲς θήσουσʼ Ἀχαιοῖς μήτε λυμεὼν ἐμός. ἀλλʼ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον, Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων πόρπακος ἑπτάβοιον ἄρρηκτον σάκος· τὰ δʼ ἄλλα τεύχη κοίνʼ ἐμοὶ τεθάψεται. ἀλλʼ ὡς τάχος τὸν παῖδα τόνδʼ ἤδη δέχου, καὶ δῶμα πάκτου, μηδʼ ἐπισκήνους γόους δάκρυε. κάρτα τοι φιλοίκτιστον γυνή. πύκαζε θᾶσσον. οὐ πρὸς ἰατροῦ σοφοῦ θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι. Χορός δέδοικʼ ἀκούων τήνδε τὴν προθυμίαν. οὐ γάρ μʼ ἀρέσκει γλῶσσά σου τεθηγμένη. Τέκμησσα ὦ δέσποτʼ Αἴας, τί ποτε δρασείεις φρενί; Αἴας μὴ κρῖνε, μὴ ʼξέταζε· σωφρονεῖν καλόν. Τέκμησσα οἴμʼ ὡς ἀθυμῶ· καί σε πρὸς τοῦ σοῦ τέκνου καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ. Αἴας ἄγαν γε λυπεῖς. οὐ κάτοισθʼ ἐγὼ θεοῖς τροφῆς : τροφῆ τʼ Νauck τηλωπὸς : τηλουργὸς (h. e. τηλουρὸς) Σγρ θήραν ] φρουρὰν Σγρ ἐνάλιος : εἰνάλιος L rec κοινὴν : κοινῇ T δείξει A rec : δείξῃ (-η) L rec Ἐριβοίᾳ : Ἐρίβοιαν Schaefer del. Elmsley ἔστʼ ἂν Hermann : μέχρις οὗ L A rec : μέχρις ἄν T Suid. v. γηροβοσκῶ et Suid. v. μυχός Ἀχαιοῖς : Ἀχαιοὺς L μήτε corr. Schaefer , cf 205: μήθʼ ὁ codd. : δῶμα πάκτου Eustath. 742, 43 ; 1532, 60 ; 1937, 62 : δῶμʼ ἀπάκτου codd. (δῶμʼ ἀπάγου M Pal ) Suid. v. ἀπάκτου θρηνεῖν ] θροεῖν Σγρ rec schοl. Ar. Plut. 355 πήματι ] τραύματι rec Σγρ ἀθυμῶ· : ἀθυμῶι L καί σε πρὸς ] πρός σε καὶ J. Jackson ὡς οὐδὲν ἀρκεῖν εἴμʼ ὀφειλέτης ἔτι; Τέκμησσα εὔφημα φώνει. Αἴας τοῖς ἀκούουσιν λέγε. Τέκμησσα σὺ δʼ οὐχὶ πείσῃ; Αἴας πόλλʼ ἄγαν ἤδη θροεῖς. Τέκμησσα ταρβῶ γάρ, ὦναξ. Αἴας οὐ ξυνέρξεθʼ ὡς τάχος; Τέκμησσα πρὸς θεῶν, μαλάσσου. Αἴας μῶρά μοι δοκεῖς φρονεῖν, εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς. Χορός ὦ κλεινὰ Σαλαμίς, σὺ μέν που ναίεις ἁλίπλακτος εὐδαίμων,