ἕρποντι φωνεῖς, ἢ λελειμμένῳ λόγου; Τέκμησσα καὶ δὴ κομίζει προσπόλων ὅδʼ ἐγγύθεν. Αἴας αἶρʼ αὐτόν, αἶρε δεῦρο· ταρβήσει γὰρ οὔ, νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον, εἴπερ δικαίως ἔστʼ ἐμὸς τὰ πατρόθεν. ἀλλʼ αὐτίκʼ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν. ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος, τὰ δʼ ἄλλʼ ὁμοῖος· καὶ γένοιʼ ἂν οὐ κακός. καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω, ὁθούνεκʼ οὐδὲν τῶνδʼ ἐπαισθάνῃ κακῶν. ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος, τὸ μὴ φρονεῖν γὰρ κάρτʼ ἀνώδυνον κακόν, ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς. ὅταν δʼ ἵκῃ πρὸς τοῦτο, δεῖ σʼ ὅπως πατρὸς δείξεις ἐν ἐχθροῖς οἷος ἐξ οἵου ʼτραφῆς. τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν. οὔτοι σʼ Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντʼ ἐμοῦ. τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι λόγου L2s A rec : λόγων L Lbc ὅδʼ ] ὧδʼ L που τόνδε A rec : τοῦ τόνδε L rec τοῦτόν γε rec Priscianum (Soph. fr. 110) huc spectantem erravisse vix dubium habent codd. Σ Sud. v. ζηλοῦν et Sud. v. κάρτα : om. Stob. fl. 78.9 : del. Valckenaer δείξεις Lc A rec : δείξῃς Lac rec ʼτραφῆς : τράφηις L ὑβρίσῃ : ὑβρίσει rec λείψω τροφῆς ἄοκνον ἔμπα κεἰ τανῦν τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων. ἀλλʼ, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς, ὑμῖν τε κοινὴν τήνδʼ ἐπισκήπτω χάριν, κείνῳ τʼ ἐμὴν ἀγγείλατʼ ἐντολήν, ὅπως τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων Τελαμῶνι δείξει μητρί τʼ, Ἐριβοίᾳ λέγω, ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεί, ἔστʼ ἂν μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ,