κείνῳ τε κἀμοὶ τοῦθʼ, ὅταν θάνῃς, νεμεῖς. ἐμοὶ γὰρ οὐκέτʼ ἔστιν εἰς ὅ τι βλέπω πλὴν σοῦ. σὺ γάρ μοι πατρίδʼ ᾔστωσας δορί, καὶ μητέρʼ ἄλλη μοῖρα τὸν φύσαντά τε καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας. τίς δῆτʼ ἐμοὶ γένοιτʼ ἂν ἀντὶ σοῦ πατρίς; τίς πλοῦτος; ἐν σοὶ πᾶσʼ ἔγωγε σῴζομαι. ἀλλʼ ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι. χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσʼ ἀεί· ὅτου δʼ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος, οὐκ ἂν γένοιτʼ ἔθʼ οὗτος εὐγενὴς ἀνήρ. Χορός Αἴας, ἔχειν σʼ ἂν οἶκτον ὡς κἀγὼ φρενὶ θέλοιμʼ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆσδʼ ἔπη. Αἴας καὶ κάρτʼ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ, ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν. Τέκμησσα ἀλλʼ, ὦ φίλʼ Αἴας, πάντʼ ἔγωγε πείσομαι. Αἴας κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω. Τέκμησσα καὶ μὴν φόβοισί γʼ αὐτὸν ἐξελυσάμην. Αἴας ἐν τοῖσδε τοῖς κακοῖσιν, ἢ τί μοι λέγεις; Τέκμησσα μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι. Αἴας πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε. ὑπʼ ] ἀπʼ Suidae v. ὀρφανιστῶν codd. nonnulli νεμεῖ A σὺ ] σοὶ L μοι ] μου rec ἄλλη rec : ἀλλʼ ἡ L A rec : ἀλαὴ Hermann : αἰνὴ Herwerden : ὀλοῂ Hartung τε La rec με Lc A rec πᾶσʼ Lc (σ in litura) A : πᾶσιν Ls rec πάθοι A rec : πάθῃ L rec οὐκ ἂν γένοιτʼ ἔθʼ L rec Stob. ecl. ii. 260, 12 W .: οὐκ ἂν γένοιτό ποθʼ A rec : οὐκ ἂν γένοιθʼ T Suidae v. μνῆστις cod. E οὔπως γένοιτʼ ἂν Suidae codd. A V ἐξελυσάμην : ἐξερρυσάμην Hermann θάνοι : θάνῃ rec τἂν ἦν Porson : τʼ ἂν ἦν L rec Σ1 τʼ ἦν ἂν A rec Τέκμησσα ἀλλʼ οὖν ἐγὼ ʼφύλαξα τοῦτό γʼ ἀρκέσαι. Αἴας ἐπῄνεσʼ ἔργον καὶ πρόνοιαν ἣν ἔθου. Τέκμησσα τί δῆτʼ ἂν ὡς ἐκ τῶνδʼ ἂν ὠφελοῖμί σε; Αἴας δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τʼ ἰδεῖν. Τέκμησσα καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται. Αἴας τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν; Τέκμησσα ὦ παῖ, πατὴρ καλεῖ σε. δεῦρο προσπόλων ἄγʼ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.