καί σʼ ἀντιάζω πρός τʼ ἐφεστίου Διὸς εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί, μή μʼ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν τῶν σῶν ὑπʼ ἐχθρῶν, χειρίαν ἀφείς τινι. εἰ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς, ταύτῃ νόμιζε κἀμὲ τῇ τόθʼ ἡμέρᾳ βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν. καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ λόγοις ἰάπτων, ἴδετε τὴν ὁμευνέτιν Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ, οἵας λατρείας ἀνθʼ ὅσου ζήλου τρέφει. τοιαῦτʼ ἐρεῖ τις· κἀμὲ μὲν δαίμων ἐλᾷ, σοὶ δʼ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει. ἀλλʼ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα Αἴας : Αἶαν Suid. v. ὑπόβλητον σαυτοῦ ] αὐτοῦ Lac κακόν L (in litura) τινὸς : τινες Ls rec συνηλλάχθης : συναλλάχθης L ἀφείς La A rec : ἐφείς L rec Σ1 : ἀφῇς ve ἐφῇς Suidae v. χειρίαν codices εἰ L rec : ἢν A rec : Bothe θάνῃς ] θάνεις Lac rec : θανεῖ Γ : θάνοις rec τελευτήσας : τελευτήσεις Lac rec : τελευτήσῃς Bergk ἀφῇς ] ἀφείς rec : μʼ ἀφῇς Brunck : ἃ φής Bergk δουλίαν L A rec δούλιον Lac rec Σ1 ἰάπτων ] ἀτίζων Σγρ ὅσου ] οἵου Suid. v. ζῆλος σοὶ δʼ (ex σοὶ τʼ factum) L προλείπων : προλείπειν G. Wolff πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν· οἴκτιρε δʼ, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος ὑπʼ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν κείνῳ τε κἀμοὶ τοῦθʼ, ὅταν θάνῃς, νεμεῖς. ἐμοὶ γὰρ οὐκέτʼ ἔστιν εἰς ὅ τι βλέπω πλὴν σοῦ. σὺ γάρ μοι πατρίδʼ ᾔστωσας δορί, καὶ μητέρʼ ἄλλη μοῖρα τὸν φύσαντά τε καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας. τίς δῆτʼ ἐμοὶ γένοιτʼ ἂν ἀντὶ σοῦ πατρίς;