ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν; οὐκ ἔστι τοὔργον τλητόν. ἀλλὰ δῆτʼ ἰὼν πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω; ἀλλʼ ὧδέ γʼ Ἀτρείδας ἂν εὐφράναιμί που. οὐκ ἔστι ταῦτα. πεῖρά τις ζητητέα τοιάδʼ ἀφʼ ἧς γέροντι δηλώσω πατρὶ μή τοι φύσιν γʼ ἄσπλαγχνος ἐκ κείνου γεγώς. αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου, κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται. τί γὰρ παρʼ ἦμαρ ἡμέρα τέρπειν ἔχει προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν; οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτῶν ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται. ἀλλʼ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι τὸν εὐγενῆ χρή. πάντʼ ἀκήκοας λόγον. οὐχ ἑκόντος· : οὐχ ἔχοντος Σγρ τἂν corr. Elmsley : τʼ ἂν A rec : γʼ ἂν L rec ὧδέ γʼ : ὧδʼ ἂν Mosq b : ὧδέ τʼ T εὐφράναιμί : εὐφραίναιμί L : εὐφράνοιμί rec φύσιν (ιν in litura unius litterae) L γʼ om Aac κἀναθεῖσα L A rec Stob. flor. 7.3 ; 121. 22 : κἀνεθεῖσα Ls As rec : malim προσθεῖσα, κἀνιεῖσα coll. Thuc. 3. 44, Eur. Andr. 531 τοῦ γε : τοῦ δε (vel δὲ) Lac Stobaei nonnulli βροτῶν C E. Palmer : βροτὸν codd. Stob. κεναῖσιν : καλαῖσιν Stobaei codd. nonnulli. Χορός οὐδεὶς ἐρεῖ ποθʼ ὡς ὑπόβλητον λόγον, Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός. παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις γνώμης κρατῆσαι τάσδε φροντίδας μεθείς. Τέκμησσα ὦ δέσποτʼ Αἴας, τῆς ἀναγκαίας τύχης οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν. ἐγὼ δʼ ἐλευθέρου μὲν ἐξέφυν πατρός, εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν· νῦν δʼ εἰμὶ δούλη. θεοῖς γὰρ ὧδʼ ἔδοξέ που καὶ σῇ μάλιστα χειρί. τοιγαροῦν, ἐπεὶ τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά,