Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει, οὐδʼ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς, ἄτιμος Ἀργείοισιν ὧδʼ ἀπόλλυμαι. καίτοι τοσοῦτόν γʼ ἐξεπίστασθαι δοκῶ, εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι κρίνειν ἔμελλε κράτος ἀριστείας τινί, οὐκ ἄν τις αὔτʼ ἔμαρψεν ἄλλος ἀντʼ ἐμοῦ. νῦν δʼ αὔτʼ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας ἔπραξαν, ἀνδρὸς τοῦδʼ ἀπώσαντες κράτη. κεἰ μὴ τόδʼ ὄμμα καὶ φρένες διάστροφοι γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε δίκην κατʼ ἄλλου φωτὸς ὧδʼ ἐψήφισαν. νῦν δʼ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ ἤδη μʼ ἐπʼ αὐτοῖς χεῖρʼ ἐπευθύνοντʼ ἐμὴν ἔσφηλεν ἐμβαλοῦσα λυσσώδη νόσον, πρόκειμαι : πρόκειται rec et fort. L Tekmessae tribuit Hermann οὐδʼ Elmsley : οὔθʼ codd τοσοῦτόν γʼ L A rec : τοσοῦτον rec : τοσοῦτον δʼ Ven τόδʼ ὄμμα καὶ : τό τʼ ὄμμα χαἱ Burges (τό τʼ Reiske) ὄμμα ] ὄνομα Lac ὧδʼ ] οἵδʼ Sintenis ἀδάματος corr. Elmsley : ἀδάμαστος codd. Suid. s. v. ἐπευθύνοντʼ quod coni. Valckenaer fort. habuit Lac : ἐπεντύνοντʼ Lc A rec : ἐπεντείνοντʼ rec : ἐπαντύνοντʼ Lb : ἐπεκτείνοντʼ rec λυσσώδη : λυσσωίδη L : λυσσώδει Suid. νόσον : νόσων Lac : : νόσῳ Suid. ὥστʼ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς· κεῖνοι δʼ ἐπεγγελῶσιν ἐκπεφευγότες, ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν βλάπτοι, φύγοι τἂν χὡ κακὸς τὸν κρείσσονα. καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς ἐχθαίρομαι, μισεῖ δέ μʼ Ἑλλήνων στρατός, ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε. πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας μόνους τʼ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ; καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς Τελαμῶνι; πῶς με τλήσεταί ποτʼ εἰσιδεῖν γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,