ἐξερῶ μέγʼ, οἷ- ον οὔτινα Τροία στρατοῦ δέρχθη χθονὸς μολόντʼ ἀπὸ ἀλλά μʼ ἁ Διὸς : ἀλλά με κήδει Διὸς Etym. Vindob. (Andreas Lopadiotes) ἀλκίμα θεὸς : ἀλκίμα θυγάτηρ Etym. Vindob. (Andreas Lopadiotes) ὀλέθριον ] ὀλέθριʼ Dindorf : οὔλιον Wunder φύγῃ ] τράπῃ Σγρ : φύγοι Harl τίσις δʼ Lobeck : τοῖσδʼ codd. (τοῖσιδʼ Liv p ) ἐμοῦ scripsi : ὁμοῦ codd. μώραις corr. Elmsley : μωραῖς codd. ἰὼ Brunck : ὦ Γ Lbc : om L A rec πολύν με : πολύν με πολὺν vel πολύν πολὺν rec ὦ T : ἰὼ L A rec ἐύφρονες :corr. Campbell εὔφρονες codd. ἐξερῶ Porson : ἐξερέω codd. Suid. v. οἷον οὔτινα : οὔτινʼ ἁ Gleditsch Ἑλλανίδος· τανῦν δʼ ἄτι- μος ὧδε πρόκειμαι. Χορός οὔτοι σʼ ἀπείργειν οὐδʼ ὅπως ἐῶ λέγειν ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα. Αἴας αἰαῖ· τίς ἄν ποτʼ ᾤεθʼ ὧδʼ ἐπώνυμον τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς; νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω· ὅτου πατὴρ μὲν τῆσδʼ ἀπʼ Ἰδαίας χθονὸς τὰ πρῶτα καλλιστεῖʼ ἀριστεύσας στρατοῦ πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων· ἐγὼ δʼ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει, οὐδʼ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς, ἄτιμος Ἀργείοισιν ὧδʼ ἀπόλλυμαι. καίτοι τοσοῦτόν γʼ ἐξεπίστασθαι δοκῶ, εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι κρίνειν ἔμελλε κράτος ἀριστείας τινί, οὐκ ἄν τις αὔτʼ ἔμαρψεν ἄλλος ἀντʼ ἐμοῦ. νῦν δʼ αὔτʼ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας ἔπραξαν, ἀνδρὸς τοῦδʼ ἀπώσαντες κράτη. κεἰ μὴ τόδʼ ὄμμα καὶ φρένες διάστροφοι γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε δίκην κατʼ ἄλλου φωτὸς ὧδʼ ἐψήφισαν. νῦν δʼ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ ἤδη μʼ ἐπʼ αὐτοῖς χεῖρʼ ἐπευθύνοντʼ ἐμὴν ἔσφηλεν ἐμβαλοῦσα λυσσώδη νόσον,