ἰὼ πόροι ἁλίρροθοι πάραλά τʼ ἄντρα καὶ νέμος ἐπάκτιον, πολὺν πολύν με δαρόν τε δὴ κατείχετʼ ἀμφὶ Τροίαν χρόνον· ἀλλʼ οὐκέτι μʼ, οὐκ ἔτʼ ἀμπνοὰς ἔχοντα· τοῦτό τις φρονῶν ἴστω. ὦ Σκαμάνδριοι γείτονες ῥοαί, ἐύφρονες Ἀργείοις, οὐκέτʼ ἄνδρα μὴ τόνδʼ ἴδητʼ, ἔπος ἐξερῶ μέγʼ, οἷ- ον οὔτινα Τροία στρατοῦ δέρχθη χθονὸς μολόντʼ ἀπὸ ἀλλά μʼ ἁ Διὸς : ἀλλά με κήδει Διὸς Etym. Vindob. (Andreas Lopadiotes) ἀλκίμα θεὸς : ἀλκίμα θυγάτηρ Etym. Vindob. (Andreas Lopadiotes) ὀλέθριον ] ὀλέθριʼ Dindorf : οὔλιον Wunder φύγῃ ] τράπῃ Σγρ : φύγοι Harl τίσις δʼ Lobeck : τοῖσδʼ codd. (τοῖσιδʼ Liv p ) ἐμοῦ scripsi : ὁμοῦ codd. μώραις corr. Elmsley : μωραῖς codd. ἰὼ Brunck : ὦ Γ Lbc : om L A rec πολύν με : πολύν με πολὺν vel πολύν πολὺν rec ὦ T : ἰὼ L A rec ἐύφρονες :corr. Campbell εὔφρονες codd. ἐξερῶ Porson : ἐξερέω codd. Suid. v. οἷον οὔτινα : οὔτινʼ ἁ Gleditsch Ἑλλανίδος· τανῦν δʼ ἄτι- μος ὧδε πρόκειμαι. Χορός οὔτοι σʼ ἀπείργειν οὐδʼ ὅπως ἐῶ λέγειν ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα. Αἴας αἰαῖ· τίς ἄν ποτʼ ᾤεθʼ ὧδʼ ἐπώνυμον τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς; νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω· ὅτου πατὴρ μὲν τῆσδʼ ἀπʼ Ἰδαίας χθονὸς τὰ πρῶτα καλλιστεῖʼ ἀριστεύσας στρατοῦ πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων· ἐγὼ δʼ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον