μηδὲν μέγʼ εἴπῃς· οὐχ ὁρᾷς ἵνʼ εἶ κακοῦ; Αἴας ὧ Ζεῦ, προγόνων πάτερ, πῶς ἂν τὸν αἱμυλώτατον, ἐχθρὸν ἄλημα, τούς τε δισ- σάρχας ὀλέσσας βασιλῆς, τέλος θάνοιμι καὐτός; Τέκμησσα ὅταν κατεύχῃ ταῦθʼ, ὁμοῦ κἀμοὶ θανεῖν εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος; Αἴας ἰώ, σκότος, ἐμὸν φάος, ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί, ἕλεσθʼ ἕλεσθέ μʼ οἰκήτορα, ἕλεσθέ μʼ· οὔτε γὰρ θεῶν γένος οὔθʼ ἁμερίων ἔτʼ ἄξιος βλέπειν τινʼ εἰς ὄνασιν ἀνθρώπων. ἔχοι scripsi : iam coni Herwerden et fort. noverat Σ : ἔχειν codd. : ἔχει Suidae v. τί δῆτα ed. Mediol. πάντα δρῶν Wakefield : πάνθʼ ὁρῶν codd. Eustath. 415, 19 ἁπάντων τʼ ἀεὶ L2 A rec : πάντων ἀεὶ Lac : ἁπάντων ἀεὶ Ven Λαρτίου T : Λαερτίου L A rec γέλωθʼ : γέλων Mosq b Suidae v. ἄλημα codd. plerique ξὺν τῷ θεῷ : ξύν τοι θεῷ Schneidewin ἴδοιμι δή νιν Triclinius : ἴδοιμί νιν L A rec Σ Suid. v. ἀτώμενος : ἴδοιμι μήν νιν L. Dindorf : ἴδοιμί νιν νῦν Hermann καίπερ om. Suid. rec πάτερ codex ant. sec. Triclinium (σ) T Dresd a : προπάτωρ L A rec : προπάτορ rec ὀλέσσας T Liv v : ὀλέσας L A rec Suid. v. ἅλημα βασιλῆς rec Herodian. ap. Theodos. canon. 220, 4 : GRC:the first two look the same -- what is the difference? βασιλῆς L rec : βασιλεῖς A rec Suid. ἕλεσθʼ ἕλεσθέ μʼ Elmsley : ἕλεσθέ μʼ ἕλεσθέ μʼ L A rec Suid. v. ἰὼ σκότος ὄνασιν corr. Brunck : ὄνησιν codd. ἀλλά μʼ ἁ Διὸς ἀλκίμα θεὸς ὀλέθριον αἰκίζει. ποῖ τις οὖν φύγῃ; ποῖ μολὼν μενῶ; εἰ τὰ μὲν φθίνει, φίλοι, τίσις δʼ ἐμοῦ πέλας, μώραις δʼ ἄγραις προσκείμεθα, πᾶς δὲ στρατὸς δίπαλτος ἄν με χειρὶ φονεύοι. Τέκμησσα ὦ δυστάλαινα, τοιάδʼ ἄνδρα χρήσιμον φωνεῖν, ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτʼ ἄν.