τὸν ἐν δαΐοις ἄτρεστον μάχαις, ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας οἴμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα. Τέκμησσα μή, δέσποτʼ Αἴας, λίσσομαί σʼ, αὔδα τάδε. Αἴας οὐκ ἐκτός; οὐκ ἄψορρον ἐκνεμῇ πόδα; αἰαῖ αἰαῖ. Χορός ὦ πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ. Αἴας ὢ δύσμορος, ὃς χεροῖν μεθῆκα τοὺς ἀλάστορας, ἐν δʼ ἑλίκεσσι βουσὶ καὶ κλυτοῖς πεσὼν αἰπολίοις ἐρεμνὸν αἷμʼ ἔδευσα. μόνοι ἔτʼ Hermann : μόνοι τʼ L A rec : μόνοι Suid. v. ὁρθῷ νόμῳ ἅλιον ὃς ἐπέβας Hermann ἁλίαν ὃς ἐπέβας L A rec : fort. ἄλιον ἅμʼ ὃς ἔβας πημονὰν Reiske : ποιμένων L A rec ἄτρεστον : ἄτρεπτον Lb οἴμοι A rec ὤιμοι L : ὤμοι rec ἐκνεμῇ : ἐκνεμεῖς Lbc : fort. ἐκνεύσεις αἰαῖ αἰαῖ corr. Hermann αἶ αἶ αἶ αἶ A rec : αἶ αἶ αἶ L rec Tecmessae tribunt rec χεροῖν rec (Triclinius) : χερσὶ μὲν L A rec : χερὶ μὲν Hermann πεσὼν : πέσον Wolff αἷμʼ ἔδευσα : αἷμα δεύσας Wolff Χορός τί δῆτʼ ἂν ἀλγοίης ἐπʼ ἐξειργασμένοις; οὐ γὰρ γένοιτʼ ἂν ταῦθʼ ὅπως οὐχ ὧδʼ ἔχοι. Αἴας ἰὼ πάντα δρῶν, ἁπάντων τʼ ἀεὶ κακῶν ὄργανον, τέκνον Λαρτίου, κακοπινέστατόν τʼ ἄλημα στρατοῦ, ἦ που πολὺν γέλωθʼ ὑφʼ ἡδονῆς ἄγεις. Χορός ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται. Αἴας ἴδοιμι δή νιν, καίπερ ὧδʼ ἀτώμενος. ἰώ μοί μοι. Χορός μηδὲν μέγʼ εἴπῃς· οὐχ ὁρᾷς ἵνʼ εἶ κακοῦ; Αἴας ὧ Ζεῦ, προγόνων πάτερ, πῶς ἂν τὸν αἱμυλώτατον, ἐχθρὸν ἄλημα, τούς τε δισ- σάρχας ὀλέσσας βασιλῆς, τέλος θάνοιμι καὐτός; Τέκμησσα ὅταν κατεύχῃ ταῦθʼ, ὁμοῦ κἀμοὶ θανεῖν εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος; Αἴας ἰώ,