Αἴαντος οἵαν τήνδε θωύσσει βοήν; Αἴας ἰώ μοί μοι. Χορός ἁνὴρ ἔοικεν ἢ νοσεῖν, ἢ τοῖς πάλαι νοσήμασι ξυνοῦσι λυπεῖσθαι παρών. Αἴας ἰὼ παῖ παῖ. Τέκμησσα ὤμοι τάλαινʼ· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ. τί ποτε μενοινᾷ; ποῦ ποτʼ εἶ; τάλαινʼ ἐγώ. Αἴας Τεῦκρον καλῶ. ποῦ Τεῦκρος; ἢ τὸν εἰσαεὶ λεηλατήσει χρόνον, ἐγὼ δʼ ἀπόλλυμαι; Χορός ἁνὴρ φρονεῖν ἔοικεν. ἀλλʼ ἀνοίγετε. τάχʼ ἄν τινʼ αἰδῶ κἀπʼ ἐμοὶ βλέψας λάβοι. Τέκμησσα ἰδού, διοίγω· προσβλέπειν δʼ ἔξεστί σοι τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ. Αἴας ἰώ, φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων βρυχώμενος : μυκώμενος rec λόγοις Laud γρ Stob. flor. 113.8 : φίλοι L A rec δεινὰ : δεινοῖς coni. Bentley διαπεφοιβάσθαι L rec : διαπεφοιτάσθαι, quod Σ legisse iure suspicatus est, Valckenaer (cf. 59) κἀπʼ : χἀπʼ Lac : fort. κἀπʼ ἐμὲ quod coni. Herwerden μόνοι ἔτʼ ἐμμένοντες ὀρθῷ νόμῳ, ἴδεσθέ μʼ οἷον ἄρτι κῦ- μα φοινίας ὑπὸ ζάλης ἀμφίδρομον κυκλεῖται. Χορός οἴμʼ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν. δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει. Αἴας ἰώ, γένος ναΐας ἀρωγὸν τέχνας, ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν, σέ τοι σέ τοι μόνον δέδορ- κα πημονὰν ἐπαρκέσοντʼ. ἀλλά με συνδάιξον. Χορός εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς ἄκος πλέον τὸ πῆμα τῆς ἄτης τίθει. Αἴας ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον,