κἄπειτʼ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται, καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος, παίσας κάρα ʼθώυξεν· ἐν δʼ ἐρειπίοις νεκρῶν ἐρεισθεὶς ἕζετʼ ἀρνείου φόνου, κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί. καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον· ἔπειτʼ ἐμοὶ τὰ δείνʼ ἐπηπείλησʼ ἔπη, εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος, κἀνήρετʼ ἐν τῷ πράγματος κυροῖ ποτε. κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην. ὃ δʼ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς, ἃς οὔποτʼ αὐτοῦ πρόσθεν εἰσήκουσʼ ἐγώ. πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους τοιούσδʼ ἀεί ποτʼ ἀνδρὸς ἐξηγεῖτʼ ἔχειν· τὰς ἐκεῖ μὲν : τὰς μὲν ἔνδον Suid. v. πάθας λέγειν ] φράζειν Jen Suidae codd. nonnulli πάθας ] τύχας T Dresd a εὔερόν τʼ Schneidewin : εὔκερών τʼ L A rec ἀπᾴξας Lac Lb Σ : ὑπᾴξας (ὑπαΐξας) Lb A rec : ἐπᾴξας rec ἐκτείσαιτʼ : ἐκτίσοιτʼ Musgrave ἐπᾴξας A rec : ἀπᾴξας L (ex -αις factum) rec : ὑπᾴξας Mb διοπτεύει : διοπτεύοι rec ʼθώυξεν corr. Brunck θώυξεν codd. ἐρεισθεὶς Σγρ : ἐρειφθεὶς L (ex ἐρεφθεὶς factum) A rec : ἐριφθεὶς rec φανοίην rec : φανείην L A rec κυροῖ Suid. s. v. : κύροι Lab Σ κυρεῖ Lc A rec ἐξηπιστάμην : ἐξεπιστάμην L Lb ἐξηγεῖτʼ post lituram (in qua fuerat ἔχειν) L ἀλλʼ ἀψόφητος ὀξέων κωκυμάτων ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος. νῦν δʼ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών. καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν· τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται. ἀλλʼ, ὦ φίλοι, τούτων γὰρ οὕνεκʼ ἐστάλην, ἀρήξατʼ εἰσελθόντες, εἰ δύνασθέ τι. φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις. Χορός Τέκμησσα δεινὰ παῖ Τελεύταντος λέγεις ἡμῖν τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς. Αἴας ἰώ μοί μοι. Τέκμησσα τάχʼ, ὡς ἔοικε, μᾶλλον· ἢ οὐκ ἠκούσατε