κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ ἡμεῖς θʼ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος. ἆρʼ ἔστι ταῦτα δὶς τόσʼ ἐξ ἁπλῶν κακά; Χορός ξύμφημι δή σοι καὶ δέδοικα μὴ ʼκ θεοῦ πληγή τις ἥκει. πῶς γάρ, εἰ πεπαυμένος μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται; Τέκμησσα ὡς ὧδʼ ἐχόντων τῶνδʼ ἐπίστασθαί σε χρή. Χορός τίς γάρ ποτʼ ἀρχὴ τοῦ κακοῦ προσέπτατο; δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας. Τέκμησσα ἅπαν μαθήσῃ τοὔργον, ὡς κοινωνὸς ὤν. κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχʼ ἕσπεροι λαμπτῆρες οὐκέτʼ ᾖθον, ἄμφηκες λαβὼν ἐμαίετʼ ἔγχος ἐξόδους ἕρπειν κενάς. κἀγὼ ʼπιπλήσσω καὶ λέγω, τί χρῆμα δρᾷς, Αἴας; τί τήνδʼ ἄκλητος οὔθʼ ὑπʼ ἀγγέλων κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε του κλύων σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός. ὃ δʼ εἶπε πρός με βαίʼ, ἀεὶ δʼ ὑμνούμενα· γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. νέμοι Lac rec : νέμει Lc A νοσοῦντος Hermann : νοσοῦντες codd. ὅπως ] ὅπερ coni, Meineke ἁνὴρ : ἀνὴρ codd. φρονοῦντας ] βλέποντας Σγρ ἥκει rec : ἥκοι L A rec : ἥκῃ rec Suid. v. δέδορκα fort. ᾔθοντʼ οὐκέτʼ ἀφορμᾷς L A rec Suid. vv. πεῖραν , χρήματα : ἐφορμᾷς rec : ἀφορμᾷ Ald γυναιξὶ codd. Stob. flor. 85.1 : γυναικὶ Arist. pol. 1260a 30 κἀγὼ μαθοῦσʼ ἔληξʼ, ὃ δʼ ἐσσύθη μόνος. καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας· εἴσω δʼ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ ταύρους, κύνας βοτῆρας, εὔερόν τʼ ἄγραν. καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δʼ ἄνω τρέπων ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους ᾐκίζεθʼ ὥστε φῶτας ἐν ποίμναις πίτνων. τέλος δʼ ἀπᾴξας διὰ θυρῶν σκιᾷ τινι λόγους ἀνέσπα τοὺς μὲν Ἀτρειδῶν κάτα, τοὺς δʼ ἀμφʼ Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν, ὅσην κατʼ αὐτῶν ὕβριν ἐκτείσαιτʼ ἰών·