κακὰ δεννάζων ῥήμαθʼ, ἃ δαίμων κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν. Χορός ὥρα τινʼ ἤδη κάρα καλύμμασι κρυψάμενον ποδοῖν κλοπὰν ἀρέσθαι, ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον ποντοπόρῳ ναῒ μεθεῖναι. τοίας ἐρέσσουσιν ἀπει- λὰς δικρατεῖς Ἀτρεῖδαι καθʼ ἡμῶν· πεφόβημαι λιθόλευστον Ἄρη ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσʼ ἄπλατος ἴσχει. Τέκμησσα οὐκέτι· λαμπρᾶς γὰρ ἄτερ στεροπᾶς ᾄξας ὀξὺς νότος ὣς λήγει, καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει· τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη, μηδενὸς ἄλλου παραπράξαντος, μεγάλας ὀδύνας ὑποτείνει. Χορός ἀλλʼ εἰ πέπαυται, κάρτʼ ἂν εὐτυχεῖν δοκῶ· φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος. τὰ μὲν εἴσω T rec : τὴν μὲν ἔσω L A rec Σ τὰ δὲ T : τὰς δὲ L A rec ῥιπτεῖ L A rec Thom. Mag. 22, 17 : ῥίπτει Mosq b ἱπποδέτην : ἱππολέτην Lac Σ1 κάρα rec : κρᾶτα (vel κράτα) A rec Eustath. 237, 14 : τοι κρᾶτα (vel κράτα) L rec Ἄρη : ἄρην rec ἄπλατος : ἄπλαστος rec φρόνιμος : φρόνιμον L2s A rec Τέκμησσα πότερα δʼ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις, φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν, ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών; Χορός τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν. Τέκμησσα ἡμεῖς ἄρʼ οὐ νοσοῦντος ἀτώμεσθα νῦν. Χορός πῶς τοῦτʼ ἔλεξας; οὐ κάτοιδʼ ὅπως λέγεις. Τέκμησσα ἁνὴρ ἐκεῖνος, ἡνίκʼ ἦν ἐν τῇ νόσῳ, αὐτὸς μὲν ἥδεθʼ οἷσιν εἴχετʼ ἐν κακοῖς, ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών· νῦν δʼ ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,