λέγʼ, ἐπεί σε λέχος δουριάλωτον στέρξας ἀνέχει θούριος Αἴας· ὥστʼ οὐκ ἂν ἄϊδρις ὑπείποις. Τέκμησσα πῶς δῆτα λέγω λόγον ἄρρητον; θανάτῳ γὰρ ἴσον πάθος ἐκπεύσῃ. μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς νύκτερος Αἴας ἀπελωβήθη. τοιαῦτʼ ἂν ἴδοις σκηνῆς ἔνδον χειροδάικτα σφάγιʼ αἱμοβαφῆ, κείνου χρηστήρια τἀνδρός. Χορός οἵαν ἐδήλωσας ἀνδρὸς αἴθονος ἀγγελίαν ἄτλατον οὐδὲ φευκτάν, τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν, τὰν ὁ μέγας μῦθος ἀέξει. οἴμοι φοβοῦμαι τὸ προσέρ- πον. περίφαντος ἁνὴρ θανεῖται, παραπλάκτῳ χερὶ συγκατακτὰς κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας ποίμναν· Τέκμησσα ὤμοι· κεῖθεν κεῖθεν ἄρʼ ἡμῖν δεσμῶτιν ἄγων ἤλυθε ποίμναν· Φρυγίου : Φρυγίοιο Jaeger σὺ add. Porson Τελεύταντος : Τελλεύταντος Lc A rec δουριάλωτον Brunck : δοριάλωτον L A rec Σ : δορυάλωτον rec στέρξας ἀνέχει : στέρξασαν ἔχει Σ et fort. Lac πάθος ] βάρος Ls rec ἴδοις : εἴδοις Lac Ven ἐδήλωσας ] ἔδειξας Wunder ἀνδρὸς : ἀνέρος coni. Hermann αἴθονος Lac (ut videtur) rec : αἴθοπος Ls Lc A rec Σ1 Suid. v. αἴθοπος : αἴθωνος rec Eustath. 357, 14 ; 1072, 7 φευκτάν : φερτάν Pal ; cf. Eur. Hec. 158 ὕπο κλῃζομέναν D: ὑπὸ κλῃζομέναν Lb : ὑποκλῃζομέναν L A rec οἴμοι Lmg A rec : ὤιμοι L rec : ὤμοι Σ1 Suid. v. τὸ προσέρπον παραπλάκτῳ corr. Blaydes : παραπλήκτῳ codd. ἱππονώμας coni. Porson et fort. Lac : ἱππονόμους Lc A rec ὧν τὰ μὲν εἴσω σφάζʼ ἐπὶ γαίας, τὰ δὲ πλευροκοπῶν δίχʼ ἀνερρήγνυ. δύο δʼ ἀργίποδας κριοὺς ἀνελὼν τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν ῥιπτεῖ θερίσας, τὸν δʼ ὀρθὸν ἄνω κίονι δήσας μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν παίει λιγυρᾷ μάστιγι διπλῇ,